Venetus A (Marciana 454 = 822), folio 230, recto

previousnext
msA 229vmsA 230v

Iliad text (25 lines)


Iliad 17.327: Αἰνεία : πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσασθε


Iliad 17.328: Ἴλιον αἰπεινὴν: ὡς δὴ ἴδον ἀνέρας ἄλλους


Iliad 17.329: κάρτεί τε: σθὲνεί τε πεποιθότας ἠνορέῃ τε:


Iliad 17.330: πλήθεί τε σφετέρῳ: καὶ ὑπερδέα δῆμ ἔχοντ :


Iliad 17.331: ὑμῖν δὲ Ζεύς πολὺ βούλεται ἢ Δαναοῖσι :


Iliad 17.332: νίκην: ἀλλ’ αὐτοὶ τρεῖτ’ ἄσπετον: οὐδὲ μάχεσθε:


Iliad 17.333: ὣς ἔφατ’ Αἰνείας δε’ ἑκατηβόλον Ἀπόλλωνα


Iliad 17.334: ἔγνω ἐςάντα ἰδὼν: μέγα δ’ Ἑκτορα εἶπε βοήσας.


Iliad 17.335: Ἕκτορ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων:


Iliad 17.336: αἰδὼς μὲν νῦν ἥδε γ’ ἀρηιφίλων ὑπ’ Ἀχαιῶν


Iliad 17.337: Ἴλιον εἰσαναβῆναι ἀναλκίῃσι δαμέντας:


Iliad 17.338: ἀλλ’ ἔτι γάρ τις φησὶ θεῶν ἐμοὶ ἄγχι πραστάς


Iliad 17.339: Ζῆν’ ὕπατον μήστορα μάχης ἐπιτάροθον εἶναι:


Iliad 17.340: τῷ ῥ’ ἰθὺς Δαναῶν ἴομεν: μὴδ’ οἵ γε ἕκηλοι


Iliad 17.341: Πάτροκλον νηυσὶ πελασαίατο τεθνηῶτα:


Iliad 17.342: ὣς φάτο καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη:


Iliad 17.343: οἳδ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν


Iliad 17.344: ἔνθ’ αὖτ’ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ


Iliad 17.345: υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον:


Iliad 17.346: τὸν δὲ πεσὸντ’ ἐλέησεν ἀρηίφιλος Λυκομήδης :


Iliad 17.347: στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ:


Iliad 17.348: καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμέν λαῶν.


Iliad 17.349: ἧπαρ ὑπὸ πραπίδων: εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν.


Iliad 17.350: ὅς ῥ’ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει:


Iliad 17.351: καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι:


previousnext
msA 229vmsA 230v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1