Venetus A (Marciana 454 = 822), folio 229, verso
previous | next |
---|---|
msA 229r | msA 230r |
Iliad text (24 lines)
Iliad 17.303: ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι
Iliad 17.304: Ἕκτωρ δ’ αὖτ’ Αἴαντ ἀκόντισε δουρὶ φαεινῷ:
Iliad 17.305: ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χαλκεον ἔγχος
Iliad 17.306: τυτθὸν: ὁ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν
Iliad 17.307: Φωκήων ὄχ’ ἄριστον: ὃς ἐν κλειτῷ Πανοπῆϊ
Iliad 17.308: οἰκία ναιετάασκε πολέσσι’ ἄνδρεσσιν ἀνάσσων:
Iliad 17.309: τὸν βάλ’ ὑπὸ κληϊδα μέσην. δια δ’ ἀμπερὲς ἄκρ
Iliad 17.310: αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχεν:
Iliad 17.311: δούπησεν δὲ πεσὼν: ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ:
Iliad 17.312: Αἴας δ’ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱόν
Iliad 17.313: Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψ .
Iliad 17.314: ῥῆξε δὲ θώρηκος γύαλον δια δ’ ἔντερα χαλκός
Iliad 17.315: ἤφυσ’: ὅδ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ:
Iliad 17.316: χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμ Ἕκτωρ
Iliad 17.317: Ἀργεῖοι δὲ μέγ’ ἴαχον: ἐρύσαντο δὲ νεκρούς
Iliad 17.318: Φόρκυν Ἱππόθοόν τε λύοντο δὲ τεύχε’ ἀπ’ ὤμων:
Iliad 17.319: ἔνθά κεν αὖτε Τρῶες ἀρηιφίλων ὑπ’ Ἀχαιῶν
Iliad 17.320: Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες:
Iliad 17.321: Ἀργεῖοι δὲ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
Iliad 17.322: κάρτει καὶ σθένει σφετέρῳ: ἀλλ’ αὐτὸς Ἀπόλλων
Iliad 17.323: Αἰνείαν ὤτρυνε: δέμας Περίφαντι ἐοικώς:
Iliad 17.324: κήρυκι Ἠπυτίδῃ : ὅς οἱ παρὰ πατρὶ γέροντι
Iliad 17.325: κηρύσσων γήρασκε: φίλα φρενὶ μήδε εἰδώς:
Iliad 17.326: τῷ μιν ἐεισαμενος προσέφη Διὸς υἱὸς Ἀπόλλ :
previous | next |
---|---|
msA 229r | msA 230r |