Venetus A (Marciana 454 = 822), folio 229, recto
previous | next |
---|---|
msA 228v | msA 229v |
Iliad text (26 lines)
Iliad 17.277: ἀλλὰ νέκυν ἐρύοντο: μίνυνθα δὲ καὶ τ Ἀχαιοὶ
Iliad 17.278: μέλλον ἀπέσσεσθ : μάλα γὰρ σφέας ὦκ’ ἐλέλιξεν
Iliad 17.279: Αἴας : ὃς περὶ μὲν εἶδος: πέρι δ’ ἔργ’ ἐτετύκτο
Iliad 17.280: τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα :
Iliad 17.281: ἴθυσεν δὲ διὰ προμάχων συὶ εἴκελος ἀλκήν
Iliad 17.282: καπρίῳ: ὅς τ’ ἐν ὄρεσι κύνας θαλερούς τ’ αἰζηοὺς
Iliad 17.283: ῥηιδίως ἐκέδασεν ἑλιξάμενος διὰ βήσσας.
Iliad 17.284: ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας :
Iliad 17.285: ῥεῖα μετεισαμενος: Τρώων ἐκέδασσε φάλαγγας
Iliad 17.286: οἳ περὶ Πατρόκλῳ βέβασαν: φρόνεον δὲ μάλιστα
Iliad 17.287: ἄστυ ποτὶ σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι:
Iliad 17.288: ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
Iliad 17.289: Ἱππόθοος ποδὸς εἷλκε κατὰ κρατερὴν ὑσμίνην:
Iliad 17.290: δησαμενος τελαμῶνι περὶ σφυρὸν ἀμφὶ τὲνοντε:
Iliad 17.291: Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος. τάχα δ’ αὐτῷ
Iliad 17.292: ἦλθε κακὸν: τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ:
Iliad 17.293: τόνδ’ υἱὸς Τελαμῶνος ἐπαΐξας δι’ ὁμίλου
Iliad 17.294: πλῆξ’ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου:
Iliad 17.295: ἤρικε δ’ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ
Iliad 17.296: πληγεῖσ’ ἔγχεί τε μεγάλῳ καὶ χειρὶ παχείῃ:
Iliad 17.297: ἐγκέφαλος δὲ παρ’ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
Iliad 17.298: αἰματόεις: τοῦ δ’ αὖθι λύθη μένος ἐκ δ’ ἄρα χειρ
Iliad 17.299: Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε:
Iliad 17.300: κεῖσθαι: ὃδ’ ἄγχ’ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ
Iliad 17.301: τῆλ’ ἀπὸ Λαρίσσης ἐριβώλακος: οὐδὲ τοκεῦσι
Iliad 17.302: θρέπτρα φίλοις ἀπέδωκε: μινυνθαδιος δὲ οἱ αἰὼν
previous | next |
---|---|
msA 228v | msA 229v |