Venetus A (Marciana 454 = 822), folio 234, recto
previous | next |
---|---|
msA 233v | msA 234v |
Iliad text (25 lines)
Iliad 17.527: πρόσσω γὰρ κατέκυψε. τόδ’ ἐξόπιθεν δόρυ μακρὸν
Iliad 17.528: οὔδει ἐνισκίμφθη: ἐπὶ δ’ οὐρίαχος πελεμίχθη
Iliad 17.529: ἔγχεος: ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμ Ἄρης :
Iliad 17.530: καὶ νύ κε δὴ ξίφεσσ’ αὐτοσχεδὸν ὡρμηθήτην
Iliad 17.531: εἰ μὴ σφώ Αἴαντε διέκριναν μεμαῶτε:
Iliad 17.532: οἵ ῥ’ ἦλθον καθ’ ὅμιλον ἑταίρου κικλήσκοντ :
Iliad 17.533: τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις:
Iliad 17.534: Ἕκτωρ Αἰνείας τ’ ἠδὲ Χρομίος θεοειδής:
Iliad 17.535: Ἄρκτον δὲ κατ αῦθι λίπον δεδαϊγμένον ἦτορ
Iliad 17.536: κείμενον: Αὐτομέδων δὲ θοῷ ἀτάλαντ Ἄρηϊ
Iliad 17.537: τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδ :
Iliad 17.538: ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
Iliad 17.539: κῆρ’ ἄχεος μεθέηκα χερείονά περ καταπέφν .
Iliad 17.540: ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
Iliad 17.541: θῆκ’ ἀν δ’ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθ
Iliad 17.542: αἱματόεις: ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς:
Iliad 17.543: ἄψ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη:
Iliad 17.544: ἀργαλὲη πολύδακρυς ἔγειρε δὲ νεῖκος Ἀθήνη
Iliad 17.545: οὐρανόθεν καταβᾶσα: προῆκε γὰρ εὐρύοπ Ζεὺς
Iliad 17.546: ὀρνύμεναι Δαναούς : δὴ γὰρ νόος ἐτράπετ’ αὐτ
Iliad 17.547: ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσση
Iliad 17.548: Ζεὺς ἐξουρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
Iliad 17.549: ἢ καὶ χειμῶνος δυσταρπέος ὅς ῥά τε ἔργων
Iliad 17.550: ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονὶ μῆλα δὲ κήδει:
Iliad 17.551: ὣς πορφυρὲῃ νεφέλῃ πυκάσασα ἑαυτὴν
previous | next |
---|---|
msA 233v | msA 234v |