Venetus A (Marciana 454 = 822), folio 234, verso
previous | next |
---|---|
msA 234r | msA 235r |
Iliad text (26 lines)
Iliad 17.552: δύσετ’ Ἀχαιῶν ἔθνος ἔγειρε δὲ φῶτα ἕκαστον:
Iliad 17.553: πρῶτον δ’ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
Iliad 17.554: ἴφθιμον Μενέλαον : ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν:
Iliad 17.555: εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν:
Iliad 17.556: σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
Iliad 17.557: ἔσσεται εἴ κ’ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
Iliad 17.558: τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκύσουσιν:
Iliad 17.559: ἀλλ’ ἔρχεο κρατερῶς ὄτρυνε δὲ λαὸν ἅπαντα:
Iliad 17.560: τὴνδ’ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος
Iliad 17.561: Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές: εἰ γὰρ Ἀθήνη
Iliad 17.562: δοίη κάρτος ἐμοί βελέων δ’ ἀπερύκοι ἐρωήν.
Iliad 17.563: τῷ κεν ἔγωγ’ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
Iliad 17.564: Πατρόκλῳ : μάλα γάρ με θανὼν ἐπεβάσσατο θυμ .
Iliad 17.565: ἀλλ’ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος οὐδ’ ἀπολήγει
Iliad 17.566: χαλκῷ δηϊόων: τῷ γὰρ Ζεύς κῦδος ὀπάζει:
Iliad 17.567: ὣς φάτο: γήθησεν δέ θεὰ γλαυκῶπις Ἀθήνη :
Iliad 17.568: ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων:
Iliad 17.569: ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε
Iliad 17.570: καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν:
Iliad 17.571: ἥ. τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
Iliad 17.572: ἰσχανάα δακέειν: λαρόν τέ οἱ αἷμ’ ἀνθρώπου:
Iliad 17.573: τοίου μιν θάρσευς πλῆσεν φρένας ἀμφὶ μελαίνας:
Iliad 17.574: βῆ δ’ ἐπὶ Πατρόκλῳ καὶ ἀκόντισε δουρὶ φαεινῷ
Iliad 17.575: ἔσκε δ’ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος
Iliad 17.576: ἀφνειός τ’ ἀγαθός: μάλιστα δέ μιν τῖεν Ἕκτωρ
Iliad 17.577: δήμου: ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής
previous | next |
---|---|
msA 234r | msA 235r |