Venetus A (Marciana 454 = 822), folio 235, recto
previous | next |
---|---|
msA 234v | msA 235v |
Iliad text (25 lines)
Iliad 17.578: τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
Iliad 17.579: ἀΐξαντα φόβον δὲ. δια πρὸ δὲ χαλκὸν ἔλασσε.
Iliad 17.580: δούπησεν δὲ πεσών: ἀτὰρ Ἀτρείδης Μενέλαος
Iliad 17.581: νεκρὸν ὑπ’ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων:
Iliad 17.582: Ἕκτορα δ’ ἐγγύθεν ἱ̈στάμενος ὤτρυνεν Ἀπόλλων .
Commented on by msA 17.114
Iliad 17.583: Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος: ὅ, ς οἱ, ἁπάντων
Iliad 17.584: ξείνων φίλτατος έσκεν, Ἀβυδόθι οἰκίᾳ ναίων:
Iliad 17.586: Ἑ̋κτορ , τίς κέ σ’ ἔτ’ ἄλλος Ἀχαιῶν ταρβήσειεν.
Iliad 17.587: οῖον δὴ Μενέλαον ὑπέτρεσας. ὃς τὸ πάρος γε
Iliad 17.588: μαλθακὸς αἰχμητής. νῦν δ’ οἴχεται οἶος ἀείρας
Commented on by msA 17.115
Iliad 17.589: νεκρὸν ὑπ’ ἐκ Τρώων . σὸν δ’ ἔκτανε πιστὸν ἑταῖρον.
Iliad 17.590: ἐσθλὸν ἐνι προμάχοισι. Ποδῆν . υἱὸν Ἠετίωνος :
Iliad 17.591: ὣς φάτο. τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα:
Iliad 17.592: βῆ δὲ διαπρομάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
Iliad 17.593: καὶ τότ’ ἄρα Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν.
Iliad 17.594: μαρμαρέην. Ἴ̈δην δὲ κατα νεφέεσσι κάλυψεν:
Commented on by msA 17.117
Iliad 17.595: ἀστράψας δὲ μάλα μεγάλ’ ἔκτυπε. τὴνδ’ ἐτίναξε:
Commented on by msA 17.118
Iliad 17.596: νίκην δὲ Τρώεσσι δίδου. ἐφόβησε δ’ Ἀχαιούς :
Iliad 17.597: πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο:
Commented on by msAim 17.39
Iliad 17.598: βλῆτο γὰρ ὦμον δουρὶ. πρόσω τετραμμένος αἰεὶ.
Iliad 17.599: ἄκρον ἐπιλίγδην: γράψεν δέ οἱ ὀστέον ἄχρις
Commented on by msAint 17.28, msA 17.119
Iliad 17.600: αἰχμὴ Πουλυδάμαντος . ὃ γάρ ῥ’ ἔβαλε, σχεδὸν ἐλθών:
Iliad 17.601: Λήϊτον αὖθ’ Ἕκτωρ σχεδὸν ούτασε χεῖρ’ ἐπὶ καρπῷ:
Iliad 17.602: υἱὸν Ἀλεκτρυόνος μεγαθύμου. παῦσε δε χάρμης:
Commented on by msA 17.120
Iliad 17.603: τρέσσε δὲ παπτήνας. ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
Commented on by msAim 17.40
Other texts (9 passages)
Scholia group: msAim
msAim 17.39: οτ αντ φυγῆς :
Comments on 17.597
msAim 17.40: διὰ τοῦ ε αἱ Αρισταρχ έλπετ
Comments on 17.603
Scholia group: msA
msA 17.114: Ἕκτορα δ’ ἐγγύθεν: ὅτι Ζηνοδοτ γράφει Ἔκτορα δὲ φρένας δίὸς Ἄρης ὄτρυνεν μετελθών: πόθεν δὲ οὗτως ὁ Ἄρης ἐξαίφνης πάρεστι ⁑
Comments on 17.582
msA 17.115: μαλθακὸς αἰχμητής: τὸ σημεῖον ὅτι οὐχ ὡς τῷ ὄντι μαλθακοῦ αἰχμητοῦ ὄντος τοῦ Μενελάου ληπτέον ἀλλα τὸ πρόσωπον πολέμιον ὂν εἰς διαβολὴν λέγει ἀρηΐφιλον γὰρ ὁ ποιητὴς αυτ καλεῖ ⁑
Comments on 17.588
msA 17.116: πρέποντας πολεμίῳ τοὺς λόγους περιτέθεικεν ὁ ποιητὴς ἐπεί τοι ὀυκ οἶδε δειλὸν τὸν Μενέλαον βοὴν γὰρ ἀγαθὸν πανταχοῦ καλεῖ αὐτον ὅ ἐστιν ἐν μάχῃ ἀνδρεῖον ⁑
Comments on 17.
msA 17.117: μαρμαρέην Ἴδην δὲ, ὅτι ἴδιον ὑποτίθεται τῆς αιγίδος τὸ ἀνέμων ποιεῖν συστροφὰς , ἀπο τοῦ αυτοῦ δὲ καὶ καταιγίδες αἱ πνοιαὶ αἱ κάτω ἀΐσσουσαι ⁑
Comments on 17.594
msA 17.118: ἀστράψας δὲ μάλα, ὅτι Ζηνόδοτος γράφει γῆν δ’ ἐτίναξε ταύτην γὰρ ἐπισείων ἀνέμους ποιεῖ διo λέγει αὐτὸς ἐπείῃσιν ἐρεμνὴν αἰγιδα πᾶσιν : βραχὺ δὲ διασταλτέον ἐπι τὸν δὲ . ἐπι γὰρ τῆς βροντῆς ἐπίτασις μάλα μέγαλ ⁑
Comments on 17.595
msA 17.119: ἄκρον ἐπιλίγδην. ὅτι τὸ ἐπιλίγδην μεσότητός ἐστιν ἐπιψανδην, ὅσον δι’ επιπολῆς ψαῦσαι, μὴ εἰς βάθος: εἰ οὖν ἐπιλίγδην . πῶς γράψεν δέ οἱ ὀστέον ἄχρις κατα βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη. ἀλλ’ ἐρεῖ Ὅμηρος . οὐκ ἐγὼ, ἀλλ’ ὁ τόπος εἰς ὃν κατενέχθη ἡ πληγὴ, ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη ⁑
Comments on 17.599
msA 17.120: υἱὸν Ἀλεκτρυόνος . ὅτι οὐκ εἴρηται παρα τὸν Ἀλεκτρυονα τὸ ζῷον τὸ ὄνομα οὐδέπω γὰρ ἔγνωστο ‡
Comments on 17.602
previous | next |
---|---|
msA 234v | msA 235v |