Venetus A (Marciana 454 = 822), folio 235, verso

previousnext
msA 235rmsA 236r

Iliad text (25 lines)


Iliad 17.604: ἔγχος ἔχων ἐν χειρὶ. μαχήσεσθαι Τρώεσσιν :


Iliad 17.605: Ἕκτορα δ’ Ϊδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα


Iliad 17.606: βεβλήκει θώρηκα. κατὰ στῆθος. παρὰ μαζόν:


Iliad 17.607: ἐν καυλῷ δ’ εάγη δολιχὸν δόρυ, τοὶ δὲ ἐβόησαν

Commented on by msA 17.121, msAim 17.41


Iliad 17.608: Τρῶες : ὁ δ̀’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο

Commented on by msAint 17.29


Iliad 17.609: δίφρῳ ἐφεσταότος: τοῦ μέν ῥ ἀπὸ τυτθὸν ἅμαρτεν:


Iliad 17.610: αὐτὰρ ὃ Μηριόνᾱο , ὀπάονά θ’ ἡνίοχόν τε


Iliad 17.611: Κοίρανον . ὅς ῥ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’ αὐτῷ.


Iliad 17.612: πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας


Iliad 17.613: ἤλυθε: καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν.


Iliad 17.614: εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵ̈ππους.

Commented on by msA 17.124


Iliad 17.615: καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ.


Iliad 17.616: αὐτὸς δ’ ὤλεσε θυμὸν ὑφ Ἕκτορος ἀνδροφόνοιο:


Iliad 17.617: τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ ούατος, ἐκ δ’ ὰρ ὀδόντας

Commented on by msA 17.125


Iliad 17.618: ῶσε δόρυ πρυμνὸν. διὰ δὲ γλῶσσαν τάμε μέσσην:

Commented on by msAim 17.42


Iliad 17.619: ήριπε δ’ ἐξ ὀχέων. κατὰ δ’ ἡνία χεῦεν ἔραζε:


Iliad 17.620: καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι


Iliad 17.621: κύψας. ἐκ πεδίοιο: καὶ Ἰ̈δομενῆα προσηύδᾱ :


Iliad 17.622: μάστιε νῦν. εἷως κε θοὰς ἐπι νῆας ΐκηαι:


Iliad 17.623: γιγνώσκεις δὲ καὶ αὐτὸς. ὅ τ’ οὐκέτι κάρτος Ἀχαιῶν :


Iliad 17.624: ὣς ἔφατ’. Ἰ̈δομενεὺς δ’ ΐμασεν καλλίτριχας ἵ̈ππους


Iliad 17.625: νῆας ἐπὶ γλαφυρὰς. δὴ γὰρ δέος ἔμπεσε θυμῷ:


Iliad 17.626: οὐδ’ ἔλαθ’ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον


Iliad 17.627: Ζεὺς . ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.

Commented on by msA 17.127


Iliad 17.628: τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴᾱς :


Other texts (12 passages)


Scholia group: msAint

msAint 17.28: καὶ ὅτι νῦν ἅπαξ καὶ ἐπ λίγδην ἄκρον δὲ ⁑⁑

Comments on 17.599


msAint 17.29: τὸ σημ οτ ἐπ Ιδομενέα ⁑

Comments on 17.608


msAint 17.30: μακρὰ ἡ παρέκβασις καὶ πάντ δια μέσου τὸ γὰρ ἑξῆς Κοίρανον , βάλ’ υπ γναθμοῖο ⁑

Comments on 17.611-17.617


Scholia group: msAim

msAim 17.41: ουτ Αριστ τοί δ’ ἐβόησαν ⁑

Comments on 17.607


msAim 17.42: ἕως τοῦ ἐσχάτου τοῦ δόρατ ῶσει ⁑

Comments on 17.618


Scholia group: msA

msA 17.121: ἐν καυλῷ δ’ εάγη: τὸ τῆς ἐπιδορατίδος λέγει δὲ ἀντὶ τοῦ κατα τὸν καυλὸν: οὕτως δὲ μόνως φησὶν ὁ Δίδυμος ἐν τοῖς διορθωτικοῖς τοὶ δ’ ἔβοησαν ἀβέλτερον γὰρ τελέως τὸ τοὶ δ’ ἐφόβηθεν , οὐ γὰρ φεύγουσιν, ἀλλα διώκουσιν καὶ ἐπι Πατρόκλου τὸ ὅμοιον ἐπί δ’ ΐαχε λαὸς ὄπισθε Τρωϊκός ⁑

Comments on 17.607


msA 17.122: Τρῶες , ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο ἕως τοῦ αὐτὸς δ’ ὤλεσε θυμὸν, λίαν τούτων πέπλεκται ὁ λόγος καὶ ἔστι τῶν ἔξω περιφερομένων ζητημάτων ὁ δ’ Ἰδομενῆος ἀκόντισε δίφρῳ ἐφεσταότος πεζὸς γὰρ τὰ πρῶτα λιπών νέας ήλυθε : τίς πεζὸς ήλυθε. καί κε Τρωσὶ μέγα κρατος οὑτ αυτὸς ἐτρώθη ὅτι πεζὸς ἦν, ἀλλα δεῖ νοεῖν: τὰ μὲν δια μέσου εἰρημένα. τὰ δε κεφαλαιωδῶς ἐξενηνεγμένα ὕστερον τῆς ἐπι μέρους ἐπεργασίας τυχόντα κατ επανάληψιν: τὸ δὲ πεζὸς γὰρ τὰ πρωτα οὐκ επι τοῦ Κοιράνου ἀκουστέον, ἀλλ επι τοῦ Ἰδομενέως σαφὲς δὲ ἐκ τοῦ ἐπιφέρεσθαι καί κεν Τρωσὶ μέγα κράτος , οὑ γὰρ ἂν τάσσοι τὸ τοῦτο οικείως ἐπι τοῦ Κοιράνου , ἢν γὰρ οὐ τῶν ἀριστέων. ἀλλ’ επι τοῦ Ἰδομενέως . δια μέσου δὲ ταυτα δίφρω ἐφεσταότος τοῦ μέν ρ’ ἀπο τυτθὸν άμαρτεν αὐτὰρ ὁ Μηριόναο ὁπαονά θ’ ἡνίοχόν τε Κοίρανον ὅς ρ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’ αὐτῷ ὥστε εῖναι τὸ ἑξῆς. ὁ δ’ Ϊδομενῆος ἀκόντισε Δευκαλίδαο πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθεν ὁ Ϊδομενεύς : εἴωθε δὲ ὁ ποιητής τινα δια μέσου τάσσειν κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρω, ἐφεσταότος . εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν πῶς ἐγένετο ἐν τῷ δίφρῳ πότερον μὲν ἦν πεζὸς τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα πεζὸς μὲν γὰρ τὰ πρωτα λιπων νέας, ἐν τῇ Ν ἀπο τῆς σκηνῆς ὁ Ϊδομενεὺς νῦν δὲ ἄφνω πέφηνεν ἐφ ἅρματος οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπο Κρήτης πεζὸς ῆλθεν οὐ χρησάμενος ἅρματι καθάπερ ὁ Ὀδυσσεὺς τραχεῖαν ἔχων τὴν Ϊθάκην : σημαίνει οὖν ὅτι ἀπο τῶν νεῶν πεζὸς ῆλθεν επι τὸν πόλεμον, προθεὶς οὖν τὸ κεφάλαιον, ὕστερον ἐπεκδιδάσκει πῶς ἔσχεν ἅρμα καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους: τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν, ὁ δ’ Ἰδομενηος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος πῶς, ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε. πεζὸς γὰρ τὰ πρωτα λιπὼν νέας ήλυθε , τίς γὰρ ἦ ἰδιότης ὅτι, εἴπερ ἐμάχετο πεζὸς ἀπολώλειεν οις ἐντροπ ἐγένετο προς οὺς Πηνέλως ῆρχεν ⁑

Comments on 17.608-17.616


msA 17.123: ἤλυθε καί κε Τρωσὶ , πάντως ἀπώλετο ἂν ὁ Μηριόνης εἰ μη πεζὸς ἀφίκτο ὡς εί γε τῷ Ϊδομενεῖ ἡνιόχει ἀπολώλει ἂν καθὰ καὶ ὁ Κοίρανος τὸ γὰρ πεζὸς γὰρ τὰ πρῶτα. καὶ ἐπι τοῦ Μηριόνου ἀκουστέον ⁑

Comments on 17.612-17.613


msA 17.124: εἰ μη Κοίρανος ὦκα ποδώκεας: ἐκδεκτεον τὸν λόγον επι τοῦ Ἰδομενέως ὁ Κοίρανος ϊδὼν τὸν Ἰδομενέα κινδυνεύοντα πεζὸν πεζὸς γὰρ ἀπο τοῦ ναυστάθμου ἐξήλασε τοὺς ἵππους δεξάμενος αὐτὸν ἐπι τῶν ἵππων ἔφθασε τὴν τοῦ Ἕκτορος βολὴν ὥστε μετα τὸ ἀναβῆναι ἐπι τὸ ἅρμα τότε πεμφθῆναὶ τὸ δόρυ αὐτῷ, αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο σώσας τὸν Ἰδομενέα ⁑

Comments on 17.614


msA 17.125: τὸν βάλ’ ὑπὸ γναθμοῖο: κατα τὸ εἰκὸς πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους: καὶ γὰρ ὑπο τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε δια τῆς ἑτέρας καὶ οὐκ έστιν ἀδύνατον τοῦτο ὡς προείρηται δια τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους βεβλῆσθαι ⁑

Comments on 17.617


msA 17.126: μάστιε νῦν: ὅτι τοῦτο φιλικὸν, αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων κινδυνεύειν βούλεται τὸν δὲ ἤδη προηβηκοτα προπέμπει καὶ τὴν ἀσφάλειαν αὐτῷ πορίζεται ⁑

Comments on 17.620-17.621


msA 17.127: Ζεὺς ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νικην: οὐ γὰρ ἄλλως νίκη γίνεται. ἢ τῶν ἑτ α ίρων ἐπ ἀλκῆς ὄντων ‡

Comments on 17.627


previousnext
msA 235rmsA 236r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1