Venetus A (Marciana 454 = 822), folio 236, recto
previous | next |
---|---|
msA 235v | msA 236v |
Iliad text (25 lines)
Iliad 17.629: ὦ πόποι: ήδη μέν κε, καὶ ὃς, μάλα νήπιός ἐστι.
Iliad 17.630: γνοίη, ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει:
Commented on by msAim 17.43
Iliad 17.631: τῶν μὲν γὰρ πάντων βέλε’ ἅπτεται ὅς τις ἐφίῃ:
Commented on by msAim 17.44
Iliad 17.632: ἢ κακὸς, ἢ ἀγαθὸς. Ζεὺς δ’ ἔμπης πάντ’ ἰ̈θύνει:
Commented on by msAint 17.31
Iliad 17.633: ἡμῖν δ’ αύτως πᾶσιν ἐτώσια πίπτει ἔραζε:
Iliad 17.634: ἂλλ’ άγετ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην
Iliad 17.635: ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν. ἠδὲ καὶ αὐτοὶ
Iliad 17.636: χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες.
Iliad 17.637: οἵ που δεῦρ’ ὁρόωντες ἀκηχέδατ’. οὐδέτι φασὶν
Commented on by msAim 17.45
Iliad 17.638: Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
Iliad 17.639: σχήσεσθ’. ἂλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι:
Commented on by msA 17.128
Iliad 17.640: εἴη δ’ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
Iliad 17.641: Πηλείδῃ : ἐπεὶ οὔ μιν ὀί̈ομαι οὐδὲ πεπύσθαι
Iliad 17.642: λυγρῆς ἀγγελίης. ὅτι οἱ φίλος ὤλεθ’ ἑταῖρος:
Iliad 17.643: ἂλλ’ οὔ πῃ δύναμαι ἰ̈δέειν τοιοῦτον Ἀχαιῶν .
Commented on by msA 17.129
Iliad 17.644: ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι:
Commented on by msAint 17.32, msA 17.130
Iliad 17.645: Ζεῦ πάτερ. ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν :
Iliad 17.646: ποίησον δ’ αἴθρην: δὸς δ’ ὀφθαλμοῖσιν ἰ̈δέσθαι:
Commented on by msAim 17.46
Iliad 17.647: ἒν δὲ φάει καὶ ὄλεσσον: ἐπεί νύ τοι εύαδεν οὕτως:
Iliad 17.648: ὣς φατο: τὸν δε πατὴρ ὀλοφύρατο δάκρυ χέοντα:
Commented on by msA 17.132
Iliad 17.649: αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν: καὶ ἀπῶσεν ὀμίχλην:
Commented on by msA 17.133
Iliad 17.650: ἠέλιος δ’ ἐπ’ έλαμψε, μάχη δ’ ἐπὶ πᾶσα φαάνθη:
Iliad 17.651: καὶ τότ’ ὰρ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον :
Commented on by msA 17.134
Iliad 17.652: σκέπτεο νῦν Μενέλαε διοτρεφὲς. αἴ κεν ΐδηαι
Iliad 17.653: ζωὸν ἔτ’ Ἀντίλοχον , μεγαθύμου Νέστορος υἱόν:
Commented on by msA 17.135
Other texts (15 passages)
Scholia group: msAint
msAint 17.31: τὸ ἔμπης ἀντι τοῦ ὁμοίως τέτακται ⁑
Comments on 17.632
msAint 17.32: ἐν ἄλλῳ ἠέρι γὰρ κεκάλυπτ
Comments on 17.644
Scholia group: msAil
msAil 17.29: εκουσίως ἀυτὸς παραγίνεσθ
Comments on 17.254@αὐτὸςΐτω
Scholia group: msAim
msAim 17.43: ἐν ἄλλῳ ἀμύνοι :
Comments on 17.630
msAim 17.44: διχω καὶ ἀφείη :
Comments on 17.631
msAim 17.45: ουτ Ἀρισταρχ ἄλλοι δὲ οἵ που νῦν ⁑
Comments on 17.637
msAim 17.46: ἐν ἄλλῳ ὁρᾶσθαι
Comments on 17.646
Scholia group: msA
msA 17.128: σχήσεσθ’, ἀλλ ἐν νηυσὶ προς τὸ ἀμφίβο αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶ ἢ τὸν Ἕκτορα : πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι ἐνσείσει ⁑
Comments on 17.639
msA 17.129: ἀλλ οὔ πῃ δύναμαι: πῶς παρείληπται τὸ οὕ πη σημαίνει γὰρ τὸ εἰς τόπον: πῆ έβη Ἀνδρομάχῃ : τὸ δὲ ποῦ ἐστιν ἐν τόπῳ ὅπερ καταλληλότερον, ἀλλ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν τινὰ τῶν Ἀχαιῶν τοιοῦτον μηποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα, ἀλλ ὡς παραπληρωματικὸν σύνδεσμον ἐκληπτέον ⁑
Comments on 17.643
msA 17.130: ἡέρι γὰρ κατέχονται: ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ: καὶ γὰρ αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι: λαμπρύνεται δὲ ἐπιφανέντος τοῦ ἡλίου. ἀὴρ γὰρ παρα νηυσὶ βαθεῖ ην ⁑
Comments on 17.644
msA 17.131: δοὶ δ’ οφθαλμοῖσιν ϊδεσθαι, μεγαλοφρόνως οὐ σωτηρίαν αἰτεῖται, ἀλλα φῶς προσ τῶν ὀφθαλμῶν χρείαν. ἵνα δρῶντές τι καὶ πάθωσιν ⁑
Comments on 17.645-17.647
msA 17.132: τὸν δε πατὴρ ὀλοφύρατο: περιπαθῶς εἰσάγει τὸν Αἴαντα δακρύοντα οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν δεδακρυκότα. οὐ γὰρ ἦν κατ’ Αἴαντα ⁑
Comments on 17.648
msA 17.133: αὐτίκα δ’ ἠέρα μεν: ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέ ἔστι γὰρ ταὐτὸν τῷ ὁμίχλῃ καὶ ἀπῶσεν τὸν ἀυέρα ὅς ἐστιν ὁμίχλη ⁑
Comments on 17.649
msA 17.134: καὶ τότ’ ἄρ’ Αίας : ὅτι οὐκ εἰπε βοὴν ἀγαθῷ Μενελάῳ ἀλλὰ κατὰ παράλειψιν τῆς προθέσεως: προς βοὴν ἀγαθὸν Μενέλαον ⁑
Comments on 17.651
msA 17.135: ζωὸν ἔτ’ Ἀντὶλοχον καὶ τοῦτο περιπαθές ὡς οὐκ ἐλπίζων ἔτι ζῆν τὸν ἥρωα διὰ τὴs συνέχειαν τῆς μάχης ‡
Comments on 17.653
previous | next |
---|---|
msA 235v | msA 236v |