Venetus A (Marciana 454 = 822), folio 237, verso
previous | next |
---|---|
msA 237r | msA 238r |
Iliad text (25 lines)
Iliad 17.704: Ἀντίλοχος , μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθῃ:
Iliad 17.705: ἀλλ’ ὅ γε, τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀν ἧκεν:
Commented on by msA 17.144
Iliad 17.706: αὐτὸς δ’ αὖτ’ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει:
Iliad 17.707: στῆ δὲ παρ’ Αἰάντεσσι θέων. εἶθαρ δὲ προσηύδᾱ:
Iliad 17.708: κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν.
Iliad 17.709: ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν: οὐδέ μιν οἴω
Iliad 17.710: νῦν ἱ̈έναι. μάλα περ κεχολωμένον Ἕκτορι δίῳ:
Commented on by msAint 17.40
Iliad 17.711: οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο:
Iliad 17.712: ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην.
Iliad 17.713: ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
Iliad 17.714: Τρώων ἐξ ἐνοπῆς. θάνατον καὶ κῆρα φύγωμεν:
Commented on by msA 17.145
Iliad 17.715: τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας :
Iliad 17.716: πάντα κατ’ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε :
Iliad 17.717: ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ’ ὦκα:
Iliad 17.718: νεκρὸν ἀείραντες. φέρετ’ ἐκ πόνου: αὐτὰρ ὄπισθε
Iliad 17.719: νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ:
Commented on by msA 17.146
Iliad 17.720: ῗσον θυμὸν ἔχοντες, ὁμώνυμοι. οἳ τὸ πάρος περ
Commented on by msA 17.147
Iliad 17.721: μίμνομεν ὀξὺν Ἄρηα παρ’ ἀλλήλοισι μένοντες:
Commented on by msAint 17.41
Iliad 17.722: ὣς ἔφαθ’. οἳ δ’ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
Iliad 17.723: ὕψι μάλα μεγάλως. ἐπὶ δ’ ΐαχε λαὸς ὄπισθε
Iliad 17.724: Τρωϊκὸς ὡς εἴδοντο, νέκυν αἴροντας Ἀχαιούς :
Commented on by msAext 17.3bis
Iliad 17.725: ΐθυσαν δὲ κύνεσσιν ἐοικότες. οἵ τ’ ἐπὶ κάπρῳ
Iliad 17.726: βλημένῳ ἀί̈ξωσι πρὸ κούρων θηρητήρων:
Iliad 17.727: ἕως μὲν γάρ τε θέουσι. διαρραῖσαι μεμαῶτες:
Commented on by msAim 17.51
Iliad 17.728: ἂλλ’ ὅτε δή ῥ’ ἐν τοῖσιν ἐλίξεται ἀλκὶ πεποιθὼς:
Other texts (8 passages)
Scholia group: msAint
msAint 17.40: κεχολωμε Ἀτρείωνι .
Comments on 17.710
msAint 17.41: Αριστοφ δκ μένοντε ⁑
Comments on 17.721
Scholia group: msAim
msAim 17.51: τὸ ἕως αντ τοῦ τέως διόπερ οὐδε ὑποστιγμὴν ποιεῖ: ⁑
Comments on 17.727
Scholia group: msA
msA 17.144: αλλ ὅ γε τοῖσιν μὲν: ὅτι ἀπέστρεφεν ἐκ τοῦ προς αυτὸν εἰς τὸν περι αυτοῦ λόγον: τὸ δὲ ανῆκεν ἀνέπεισεν παρώτρυνεν ⁑
Comments on 17.705
msA 17.145: Τρώων ἐξ ενοπῆς: ὥσπερ βοὴν λέγει τὴν μάχην ἀπο τοῦ ἀλαλαγμοῦ οὕτως καὶ ἐνοπῆς νῦν ἀπο μέρους τῆς μάχης φησίν⁑
Comments on 17.714
msA 17.146: νῶϊ μαχησόμεθα: ὅτι ἐντεῦθεν τοῖς νεωτέροις ὁ βασταζόμενος Ἀχιλλεύς ὑπ Αίαντος ὑπερασπίζων δὲ Ὀδυσσεύς παρῆκται εἰ δε Όμηρος ἔγραφε τὸν Ἀχιλλεως θάνατον οὐκ ὰν εποίησε τὸν νεκρὸν ὑπ Αίαντος βασταζόμενον ὡς οἱ νεώτεροι⁑
Comments on 17.719
msA 17.147: ἴσον θυμὸν ἔχοντες ό λο ἁπλούστερος ὁ Αἴας παράγεται ὥς γε τοιαῦτα λέγει ἡμεῖς μαχόμεθα ἐπειδὴ τὸ αὐτὸ ὄνομ’ ἔχομεν. οἱ γαρ δύο Αἴαντες καλούμεθα. βουγάϊος γὰρ ὡς ἀληθῶς ⁑
Comments on 17.720
Scholia group: msAil
msAil 17.35: ανέπεισε καὶ παρώτρυνεν ⁑
Comments on 17.705@ἀνῆκεν
previous | next |
---|---|
msA 237r | msA 238r |