Venetus A (Marciana 454 = 822), folio 238, recto
previous | next |
---|---|
msA 237v | msA 238v |
Iliad text (26 lines)
Iliad 17.729: ἂψ ἀνεχώρησαν: διά τ’ ἔτρεσαν ἄλλϋδις ἄλλ .
Iliad 17.730: ὣς Τρῶες εἵως μὲν ὁμιλαδόν αῖὲν ἕποντο
Iliad 17.731: νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφὶ γύοισιν:
Iliad 17.732: ἀλλ’ ὅτε δή ῥ’ Αἴαντε μεταστρεφθέντε κατ’ αὐτούς
Iliad 17.733: σταίησαν: τῶν δὲ τράπετο χρώς: οὐδέ τις ἔτλη:
Iliad 17.734: πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι:
Iliad 17.735: ὣς οἵ γε μεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
Iliad 17.736: νῆας ἐπὶ γλαφυράς. ἐπί δὲ πόλεμ τέτατό σφιν
Iliad 17.737: ἄγριος. ἠύτε πῦρ τό τ’ ἐπεσσύμενον πόλιν ἀνδρῶν
Iliad 17.738: ὄρμενον ἐξαίφνης φλεγέθει: μινύθουσι δὲ οἶκοι
Iliad 17.739: ἐν σέλαϊ μεγάλῳ: τό δ’ ἐπιβρέμει ἲς ἀνέμοιο:
Iliad 17.740: ὥς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
Iliad 17.741: ἀζηχὴς ὀρυγμαδὸς ἐπῄεν ἐρχομένοισιν:
Iliad 17.742: οἵ δ’ ὥς θ’ ἡμίονες κρατερὸν μένος ἀμφιβαλόντ
Iliad 17.743: ἕλκωσ’ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπόν
Iliad 17.744: ἤ δοκόν: ἠέ δόρυ μέγα νῄον: ἐν δέ τε θυμός
Iliad 17.745: τείρεθ’ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῶ σπευδόντεσσιν:
Iliad 17.746: ὣς οἵ γε μεμαῶτε νέκυν φέρον: αὐτὰρ ὄπισθεν
Iliad 17.747: Αἴαντ’ ἰσχανέτην ὥς τε πρὼν ἰσχάνει ὕδωρ
Iliad 17.748: ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς:
Iliad 17.749: ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινά ῥέεθρ
Iliad 17.750: ἴσχει: ἄφαρ δέ τε πασί ροον πεδίον δε τίθησι
Iliad 17.751: πλάζων: οὐδὲ τι μιν σθένεϊ ῥηγνῦσι ῥέοντες:
Iliad 17.752: ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω:
Iliad 17.753: Τρώων : οἵ δ’ ἅμ’ ἕποντο: δύω δ’ ἐν τοῖσι μάλιστ
Iliad 17.754: Αἰνείας τ’ Ἀγχισιάδης καὶ φαίδιμ Ἕκτωρ
previous | next |
---|---|
msA 237v | msA 238v |