Venetus A (Marciana 454 = 822), folio 239, recto

previousnext
msA 238vmsA 239v

Iliad text (25 lines)


Iliad 18.1: ὡς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο:

Commented on by msA 18.1


Iliad 18.2: Ἀντίλοχος δ’ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε:


Iliad 18.3: τὸν δ’ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων.

Commented on by msA 18.2, msA 18.3


Iliad 18.4: τὰ φρονέοντ’ ἀνὰ θυμὸν. ἃ, δὴ, τετελεσμένα ῆεν:

Commented on by msA 18.4


Iliad 18.5: ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:

Commented on by msA 18.5


Iliad 18.6: ῴ μοι ἐγὼ. τί τ αρ, αῦτε κάρη κομόωντες Ἀχαιοὶ


Iliad 18.7: νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο:

Commented on by msA 18.6, msAim 18.1


Iliad 18.8: μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ:


Iliad 18.9: ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε

Commented on by msA 18.7


Iliad 18.10: Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο.

Commented on by msA 18.9, msA 18.10


Iliad 18.11: χερσὶν ὑπὸ Τρώων λείψειν φάος ἠελίοιο:

Commented on by msAint 18.1


Iliad 18.12: ῆ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς:

Commented on by msA 18.11


Iliad 18.13: σχέτλιος. ῆ τ’ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ.

Commented on by msAint 18.2


Iliad 18.14: νῆας ἒπ’ ὰψ, ϊέναι. μὴ δ’ Ἕκτορι ῗφι μάχεσθαι:

Commented on by msA 18.12


Iliad 18.15: ἕως ὁ ταῦθ’ ώρμαινε κατὰ φρένα καὶ κατα θυμόν:


Iliad 18.16: τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς


Iliad 18.17: δάκρυα θερμὰ χέων. φάτο δ’ ἀγγελίην ἀλεγεινήν:

Commented on by msA 18.13


Iliad 18.18: ᾤ μοι Πηλέος υἱὲ δαΐφρονος. ῆ μάλα λυγρῆς

Commented on by msA 18.14


Iliad 18.19: πεύσεαι ἀγγελίης. ἣ μὴ ὤφελλε γενέσθαι:


Iliad 18.20: κεῖται Πάτροκλος . νέκυος δὲ δὴ ἀμφιμάχονται

Commented on by msA 18.17


Iliad 18.21: γυμνοῦ. ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ :

Commented on by msA 18.15


Iliad 18.22: ὡς φάτο. τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα:

Commented on by msA 18.16


Iliad 18.23: ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν

Commented on by msAint 18.3


Iliad 18.24: χεύατο κακ κεφαλῆς: χαρίεν δ’ ήσχυνε πρόσωπον:


Iliad 18.25: νεκταρέῳ δὲ χιτῶνι μέλαιν’ ἀμφίζανε τέφρη.


Other texts (24 passages)


Scholia group: msAint

msAint 18.1: ἀντι υπ τῶν χειρῶν τῶν Τρώων ⁑

Comments on 18.11


msAint 18.2: τάλλας ἢ τλήμων ἐνταῦθα ⁑

Comments on 18.13


msAint 18.3: οτ τὴν ἀπο πυρὸς τέφραν κόνιν λέγει διὸ καὶ αἰθαλόεσσαν αὐτὴν λέγει ⁑

Comments on 18.23


Scholia group: msAil

msAil 18.1: οτ ὥσπερ

Comments on 18.1@Ὡς


msAil 18.2: θείω καλῷ

Comments on 18.25@νεκταρέῳ


Scholia group: msAim

msAim 18.1: οτ λειπ ἡ διὰ δια πεδίου

Comments on 18.7


msAim 18.2: Αρσιτ αψ ἐπι νηας ϊμεν ⁑

Comments on 18.


Scholia group: msA

msA 18.1: ὣς οι μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο: πυρὸς τρόπον τὸ δὲ ἔμπυρον τῆς μάχης βούλεται δηλῶσαι ⁑

Comments on 18.1


msA 18.2: τονδ’ ευρε προπάροιθε: νῦν επι τόπου καὶ ἐν καδ δ’ έβαλε προπαροιθ νεώς τάσσεται δὲ καὶ ἐπι χρόνου σεῖο δ’ Ἀχιλλεῦ’ οὔτις ἀνηρ προπάροιθε μακάρων ⁑

Comments on 18.3


msA 18.3: ορθοκραιράων τῶν τὰς κεφαλὰς ορθὰς ἐχουσῶν κραίραν γὰρ λέγουσι τὴν κεφαλήν. καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ήμισυ ἡμίκραιραν: λέγει δὲ δια τὸ τὰς πρώρας καὶ πρύμνας ἀνατετάσθαι ἐκ μεταφορᾶς τῶν βοῶν ⁑

Comments on 18.3


msA 18.4: τα φρονέοντ’ ἀνα θυμὸν, οἱ περι τῶν φαύλων αγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσὶν ἔστι δὲ τῶν ἐν ατυχίᾳ προληπτικῶς ὁ νοῦς ⁑

Comments on 18.4


msA 18.5: ὀχθήσας δ’ άρα εἶπε, ἥτοι λυπηθεὶς ἀπο τοῦ ἄχθεος ὅ ἔστι βάρους. λέγοιμεν δ ὰν καὶ βαρυνθείς ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ όχθου ὠνόμασται ὄχθοι δὲ τὰ ὑψηλὰ οἷον ἐπαρθεὶς τῷ θυμῷ ⁑

Comments on 18.5


msA 18.6: νηυσὶν ἐπι κλονέονται⁚ ἀναστρεπτεον τὴν προθ ὁμοίως καὶ επι τοῦ νηυσὶν επιπροέηκα : ἡ διπλη δὲ ὅτι λείπει ἡ διά φεύγοντες δια τοῦ πεδίου ⁑

Comments on 18.7


msA 18.7: ὡς ποτέ μοι μηρ διεπέφραδε⁚ ἐζήτηται πῶς οὐκ εστιν Αὐτομέδων μηνυτὴς τῆς Πατροκλοῦ ἀναιρεσαι ἀλλα Ἀντίλοχος : καὶ διὰ τοῦ γυμνὸς τρεχ : ῥητεον οὖν ὅτι: Αὐτομεδωντα μὲν αἰσχρὸν ἢν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Αχι ἄπρακτον τῶν ἀλλῶν αγωνιζομενῶν πε τοῦ σωματ Ἀντίλοχός τε ταχὺς τὲ ὣν τῶν ἄλλων προεκριθ καὶ γυμνὸς ἄπεισι μετὰ τῶν όπλων ταῖς συμφοραῖς ἐμπομπευειν παραιτούμενος ἤ δια τὸ μη βαρούμενον τοῖς ὅπλοῖς χρονίσαι ἐν τῇ οδῷ ⁑

Comments on 18.9


msA 18.8: Μυρμιδόνων τὸν ἄριστον⁚ χερσὶν ὑπο Τρώων ἐν τῇ Ριανοῦ οὐκ ῆσαν οἱ β ἴσως ἐπεὶ οὐκ ῆν Μυρμιδόνων ὁ Πατροκλος Λοκρὸς γὰρ ἢν ἐξ Οποῦντος , δεῖν δέ φησιν ὁ Ἀρίσταρχ Ἀρίσταρχος ουτ αὐτ παραδέχεσθαι, τὸν μετ αυτὸν ἄριστον τῶν Μυρμιδόνων: καὶ κατά τινας δὲ τῶν μεθ Ὅμηρον Ἄκτωρ ὁ πηρ τοῦ Μενοιτίου λέγεται λαβεῖν Αἴγιναν ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν Ὀποῦντι οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ Πάτροκλος : δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετα τὸν Ἀχιλλε ἡγήσασθαι τῶν Μυρμιδόνων. πῶς δὲ φασί τουτ πεπυσμένος παρα τῆς μρς ἔπεμπε τὸν Πάτροκλον εἰς τὸν πόλεμον ὅτι φαίη τίς ἄν οὔτε τούνομα σαφῶς εῖπεν οὔτε τὸν χρόνον παρά τε τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων ὅταν δὲ αποβῆ μιμνήσκονται ⁑

Comments on 18.10-18.11


msA 18.9: ἄλλω χαρίεν τούτῳ τῷ τρόπῳ προειπεῖν τὴν Θέτιν , οὐ γὰρ ἐβούλετο τὸ μέλλον ἐπιτελεσθῆναι πάντως ἐκ πολλοῦ προειποῦσα λυπεῖν τὸν υἱὸν, ἐπίτηδες δὲ εἰπεῖν τὸ Μυρμιδόνων τὸν ἄριστον ἵνα μὴ φανερῶς εἴπη τὸν Πάτροκλον ⁑

Comments on 18.10


msA 18.10: Μυρμιδόνων τὸν ἄριστον, ἡ διπλῆ πρὸς τὸ ἀμφίβολον πῶς Μυρμιδόνων ἄριστον λε τὸν Πάτροκλον Λοκρὸν οντα ⁑

Comments on 18.10


msA 18.11: ῆ μάλα δὴ τέθνηκε μάλιστα τῆ διανοιᾳ κατείληφεν ὅτι τέθνηκεν εκ τοῦ βίου δὲ τὸ πάθος εἵλκυσε δεινοὶ γὰρ ἀεὶ τὸ χεῖρον εικαζειν οἱ στέργοντες ⁑

Comments on 18.12


msA 18.12: νῆας ἐπ άψ ἰ̈έναι: ἀψ ἐπι νηας ϊέναι οὕτως ἡ Ἀρισταρχου . ἐπ ἐνίαις δὲ φαύλως νηας ἐπ ὰψ ϊέναι ⁚

Comments on 18.14


msA 18.13: δάκρυα θερμὰ χεων⁚ ἵνα πλησιον γένηται τῆς ὑπονοιας Ἀχιλλεὺς καὶ μὴ περιμείνῃ τὴν ἀγγελιαν ⁑

Comments on 18.17


msA 18.14: ᾥ μοι Πηλέος υἱε⁚ δεξιῶς πάνυ ὁ Ἀντίλοχος οὔτε τὸν τελευτήσαντα κατοικτίζεται οὔτε τὸν Ἀχιλλε : εἰς ἑαυτὸν δὲ τὴν συμφορὰν ἐπενεγκὼν ηὔξησε τὸ παθ ⁑

Comments on 18.18


msA 18.15: γυμνοῦ ἀτὰρ τά γε. δεδήλωκε μετὰ συντομιας τὸ γεγενημένον πρᾶγμα ἀναγκαιως δὲ καὶ τὸ συμβὰν τῷ ἥρωϊ ευσχημόνως ἀπήγγειλεν οὐ γὰρ έφη σκυλεύσας τὰ ὄπλα ἔχει ἀλλα μόνον ἐσήμανεν ⁑

Comments on 18.21


msA 18.16: τὸν δ’ ἄχεος νεφέλη⁚ Πλάτων ἐν τρίτῳ Πολιτείας κατηγορεῖ τῶν ὀδυρομένων λέγων ὑπερ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων Ζωϊλος δε φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλε προειδέναι τὲ γὰρ ἐχρῆν ὅτι κοινοι οἱ πολεμικοὶ κίνδυνοι τόν τε θάνατον οὐκ εχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὑτ ἂν βάρβαρος τιθὴ ἐποίησεν καί τοι Ἑκάβης ἐπι τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν Ζηνόδωρος δὲ ἀπολογεῖται λέγων ὅτι δια τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ. καὶ ἄλλω ⁚ συνήθη ταῦτα τῷ τε βίῳ τοῦτό νυ καὶ γερας οῖον ὀϊζυροῖσι βρότοισι κείρασθαι τε κόμην βαλέην τ’ ἀπο δάκρυ παρειῶν ⁚ αλλως ει γὰρ Ἀντίλοχον ἥττονα φίλον κατλαμβάνει πένθος ἀκούσαντες : τί πείσεται Ἀχιλλεύς μείζων δὲ τὸ πάθος ἔδειξε δακρύσας

Comments on 18.22


msA 18.17: κεῖται Πάτροκλος ⁚ προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ καὶ τῇ προφωνήσει οὕτως επι τὴν διήγησιν ερχεται αἱφνίδιον γὰρ προσπεσόντα τὰ δεινὰ τοῖς ἀκούουσιν ἐξίστησιν

Comments on 18.20


previousnext
msA 238vmsA 239v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1