Venetus A (Marciana 454 = 822), folio 243, verso

previousnext
msA 243rmsA 244r

Iliad text (25 lines)


Iliad 18.228: τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ ἴ̈αχε δῖος Ἀχιλλεὺς .


Iliad 18.229: τρὶς δ’ ἐκυκήθησαν Τρῶες κλειτοί τ’ ἐπίκουροι:


Iliad 18.230: ἔνθα δὲ καὶ τότ’ ὄλοντο δυώδεκα φῶτες ἄριστοι

Commented on by msA 18.82, msA 18.83


Iliad 18.231: ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν: αὐτὰρ Ἀχαιοὶ .

Commented on by msAim 18.26


Iliad 18.232: ἀσπασίως Πάτροκλον ὑπ ἐκ βελέων ἐρύσαντες


Iliad 18.233: κάτθεσαν ἐν λεχέεσσι: φίλοι δ’ ἀμφ’ έστασαν ἑταῖροι


Iliad 18.234: μυρόμενοι: μετα δέ σφι ποδώκης εἵπετ’ Ἀχιλλεὺς


Iliad 18.235: δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον


Iliad 18.236: κείμενον ἐν φέρτρῳ. δεδαϊγμένον ὀξέϊ χαλκῷ:

Commented on by msAim 18.27


Iliad 18.237: τόν ῥ’ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν


Iliad 18.238: ἐς πόλεμον. οὐδ’ αὖτις ἐδέξατο νοστήσαντα:


Iliad 18.239: Ἠέλιον δ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη

Commented on by msA 18.84, msAim 18.28


Iliad 18.240: πέμπεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀἕκοντα νέεσθαι.


Iliad 18.241: ἠέλιος μὲν ἔδυ. παύσαντο δὲ δῖοι Ἀχαιοὶ


Iliad 18.242: φῡλόπιδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο:


Iliad 18.243: Τρῶες δ’ αὖ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης

Commented on by msAim 18.29


Iliad 18.244: χωρήσαντες ἔλυσαν ὑφ’ ἅρμασιν ὠκέας ἵππους

Commented on by msA 18.85


Iliad 18.245: ἐς δ’ ἀγορὴν ἀγέροντο. πάρος δόρποιο μέδεσθαι:

Commented on by msAint 18.22


Iliad 18.246: ὀρθῶν δ’ ἑσταότων ἀγορὴ γένετ’. οὐδέ τις ἔτλη

Commented on by msA 18.86


Iliad 18.247: ἕζεσθαι. πάντας γὰρ ἔχε τρόμος, οὕνεκ’ Ἀχιλλεὺς

Commented on by msA 18.87


Iliad 18.248: ἐξεφάνη: δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς:


Iliad 18.249: τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ’ ἀγορεύειν


Iliad 18.250: Πανθοίδης . ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω:

Commented on by msA 18.89


Iliad 18.251: Ἕκτορι δ’ ῆεν ἑταῖρος, ϊῇ δ’, ἐν νυκτὶ γένοντο:

Commented on by msA 18.90, msA 18.91


Iliad 18.252: ἂλλ’ ὁ μὲν ἂρ μύθοισιν. ὁ δ’ ἔγχεϊ πολλὸν ἐνΐκα:


Other texts (15 passages)


Scholia group: msAint

msAint 18.22: προ τῆς ἐπιμελείας τοῦ σώματ όρα οὖν τὴν έπειξιν ⁑

Comments on 18.245


Scholia group: msAim

msAim 18.26: ἐν αλλω ξίφεσσι ⁑

Comments on 18.231


msAim 18.27: οτ άπαξ τὸ φέρτρον ἔστι δὲ φορεῖον ⁑

Comments on 18.236


msAim 18.28: ἐν ἄλλῳ. ἠέλιον μὲν έπειτα ⁚

Comments on 18.239


msAim 18.29: ἐν ἄλλῳ ἐπι θρωσμῷ πεδίοιο ⁑

Comments on 18.243


Scholia group: msA

msA 18.82: ‡ ἔνθα δὲ καὶ τότ’ όλοντο δυώδεκα⁚ ἀπίθανόν φασὶ καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς ῥητέον δὲ, ὡς οὐκ ἐστιν ὁ γὰρ τῆς αἰγίδος φόβος ἦν ἐπέσεισεν ἡ Ἀθηνᾶ καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν ὥστε αὐτοὺς ὑφ’ ἑαυτῶν ὑπὸ ταραχῆς ἀπολέσθαι ⁑

Comments on 18.230


msA 18.83: ἔνθα δὲ καὶ τότ’. ἡ διπλῆ ὅτι Ζηνόδοτος γράφει ἔνθα δε κοῦροι ὄλοντο δυώδεκα πάντες ἄριστοι οἷσιν ἐν βελέεσσιν : εἰσὶ δὲ οὔτε τῇ συνθέσει Ὁμηρικοὶ. οὔτε τὸ οἷσιν βελέεσσιν ὑγιῶς εἴρηται τοῖς ἑαυτῶν ἔδει γὰρ τοῖς ἀλλήλων ⁑

Comments on 18.230


msA 18.84: ἡέλιον δ’ ἀκάμαντα: ζητεῖται δια τί ἄκοντα φησὶ τὸν ἤλιον δῦναι, Κράτης μὲν. τὸν αὐτὸν Ἀπόλλω εἶναι καὶ ἤλιον ἐπιτυγχανόντων οὖν τῶν Τρώων χρονίζειν: ἡδόμενόν δὲ καὶ μὴ κοὶνον τα αὐτοῖς τὸ ἐπίτευγμα Ἥραν δὲ τὰ ἐναντία βουλομένην αὐτὸν ἀναγκάζειν: ηδόμενον δὲ καὶ μὴ κύνοντα αὐτοῖς τὸ ἐπίτευγμα Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν αὐτὸν δύνειν: Ἀγαθοκλῆς δὲ φησὶν συνάγεσθαι ὅτι καθ Όμηρον ἐναντίως τῷ οὐρανῷ φέρεται ὁ ήλιος: τῇ δε δίνῃ αὐτοῦ συνέλκεται Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ ἡ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμνῳ ὑψόθεν: ἕλκεσθαι δὲ ἅκοντα τὸν ήλιον ὑπο τῆς δίνης ὑπο τὰς δυσμάς ⁑

Comments on 18.239


msA 18.85: χωρήσαντες ἔλυσαν ὑφ ἅρμασιν: ἀντι τοῦ ὑπέλυσαν τῶν ἁρμάτων. πῶς οὖν οὐκ αναστρέφεται ὅτι συνείληπται ⁑

Comments on 18.244


msA 18.86: ὀρθῶν δ’ ἑσταώτων καταγελῶσι τοῦ ὀρθῶν ἑσταώτων : ῥητέον δὲ ὅτι ἐπεὶ ὀρθοῦται τις καὶ καθήμενος οἷον ἕζετο δ’ ὀρθωθείς ⁑

Comments on 18.246


msA 18.87: ἕζεσθαι πάντας Ζηνόδοτος φόβος κακῶς. ἀγνοῶν ὅτι φόβος ἐστι καθ Ὅμηρον ἡ μετα δέους φυγή διὸ ἡ διπλῆ ⁑

Comments on 18.247


msA 18.88: ἐξεφάνη: ἤτοι συναπτεον ἕως ἀλεγεινῆς ἵνα αἰτία τούτου τοῦ σχήματος κέηται πάντες γὰρ εὐλαβοῦντο ὅτι Αχι ἐφάνη πολὺν κεχωρισμένος τῆς μάχης χρόνον ἢ ἐπι τὸ ἐξεφάνη στικτεον ἵνα τὸ εξῆς ὡς ἐπι τοῦ ποιητοῦ ἐπιφωνούμενον λέγηται ⁑

Comments on 18.247-18.248


msA 18.89: Πανθοίδης ὁ γὰρ οἶος τέλειον ἐγκώμιον τοῦ φρονίμου τὰ δὲ ἐναντια ἐπι τοῦ ἄφρονος οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ οπίσσω ⁑

Comments on 18.250


msA 18.90: Ἕκτορι δ’ ῆεν ἑταῖρος: ἔγκειταί τι θαυμαστὸν τῷ λόγῳ συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι. οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν. ἀλλ ὁ μεν συνετός, ὁ δὲ πολεμικός, οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς ἀφυέσι πρὸς τὰ χρήσιμα ⁑

Comments on 18.251


msA 18.91: ἰῇ δ’ ἐν νυκτὶ γένοντο⁚ πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον ἀλλήλων διαφέρουσιν τῆς συμπαθείας τῶν οὐίων ὁμοίως πρὸς ἀμφοτέρους ἐχούσης: ἐστιν οὖν διαφορὰ τοῖς γεννωμένοις οὐκ εν νυκτὶ μόνον ἄλλα καὶ κατὰ τὴν τῆς ώρας ἀκρίβειαν. Ἡράκλειτος ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον ἐν οῖς φησὶ μοῖραν δὲ οὕ τινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν οὐ κακὸν οὐδε μὲν ἐσθλὸν ἐπὴν τὰ πρῶτα γένηται ⁑

Comments on 18.251


previousnext
msA 243rmsA 244r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1