Venetus A (Marciana 454 = 822), folio 245, verso
previous | next |
---|---|
msA 245r | msA 246r |
Iliad text (25 lines)
Iliad 18.328: ἂλλ’ οὐ Ζεὺς ἄνδρεσσι, νοήματα πάντα τελευτᾷ:
Iliad 18.329: ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
Commented on by msAint 18.32
Iliad 18.330: αὐτοῦ ἐνι Τροίῃ . ἐπεὶ οὐδ’ ἐμὲ νοστήσαντα
Iliad 18.331: δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς .
Iliad 18.332: οὐδὲ Θέτις μήτηρ. ἂλλ’ αὐτοῦ γαῖα καθέξει:
Commented on by msA 18.118
Iliad 18.333: νῦν δ’ ἐπεὶ οὖν Πάτροκλε , σεῦ ὕστερος εἶμ’ ὑπὸ γαῖαν.
Iliad 18.334: οὔ σε πρὶν κτεριῶ πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι
Iliad 18.335: τεύχεα καὶ κεφαλὴν μεγαθύμου σεῖο φονῆος:
Iliad 18.336: δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
Iliad 18.337: Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς:
Iliad 18.338: τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αύτως:
Commented on by msAim 18.37
Iliad 18.339: ἀμφὶ δέ σε Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
Iliad 18.340: κλαύσονται νύκτάς τε καὶ ἤματα δακρυχέουσαι,
Iliad 18.341: τὰς αὐτοὶ καμόμεσθα: βίῃφί τε δουρί τε μακρῷ
Iliad 18.342: πιείρᾱς πέρθοντε πόλεις μερόπων ἀνθρώπων:
Iliad 18.343: ὡς εἰπὼν. ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
Iliad 18.344: ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν. ὄφρα τάχιστα
Iliad 18.345: Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα:
Iliad 18.346: οἱ δὲ λοετροχόον τρίποδ’ ἵ̈στασαν ἐν πυρὶ κηλέῳ:
Iliad 18.347: ἒν δ’ ἂρ ὕδωρ ἔχεαν. ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες:
Iliad 18.348: γάστρην μὲν τρίποδος. πῦρ ἄμφεπε, θέρμετο δ’ ὕδωρ:
Iliad 18.349: αὐτὰρ ἐπει δὴ ζέσσεν ὕδωρ ἐνι ήνοπι χαλκῷ.
Iliad 18.350: καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ’ ἐλαίῳ:
Iliad 18.351: ἐν δ’ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο:
Commented on by msA 18.119
Iliad 18.352: ἐν λεχέεσσι δὲ θέντες. ἑανῷ λιτὶ κάλυψαν
Commented on by msA 18.120, msAim 18.38
Other texts (9 passages)
Scholia group: msAint
msAint 18.32: ἐρυθρὰν ποιῆσαι τῷ αἵματ ⁚
Comments on 18.329
Scholia group: msAil
msAil 18.14: μετα καμάτου ἐκτησάμεθα⁚
Comments on 18.341@καμόμεσθα
msAil 18.15: λιπαρας
Comments on 18.342@πιείρᾱς
msAil 18.16: περιεῖπεν
Comments on 18.348@ἄμφεπε
Scholia group: msAim
msAim 18.37: δια τοῦ α αύτως πάσαι εῖχον ⁑
Comments on 18.338
msAim 18.38: προς το λιτη ⁚
Comments on 18.352
Scholia group: msA
msA 18.118: ‡ οὐδε Θέτις μηρ ⁚ ὅτι συνεβίω ἡ Θέτις τῷ Πηλεῖ καὶ ὅτι οὐκ απεκόμιζον τὰ ὀστᾶ: τῶν τετελευτηκότων ἐπι ξένης εἰς τὰς πατρίδας. ἡ δὲ ἀναφορὰ προς τὸ ὅς κ’ ὀστέα παισὶν ἕκαστος οἴκαδ’ ἄγει ⁑
Comments on 18.332
msA 18.119: ‡ ἐν δ’ ὠτειλὰς πλῆσαν⁚ οὕτως ὡς φαρμακώδη δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου. ὅτι ὑπὸ μὲν Εὐφόρβου βέβληται ὁ Πάτροκλος ὑπο δὲ Ἕκτορος οὔτασται καὶ συλληπτικῶς εἴρηκε πάντα τὰ τραύματα ὠτειλάς ⁑
Comments on 18.351
msA 18.120: λιτί⁚ λιτῷ καὶ ἀποικίλτῳ ὑφ ἅσματι ὅ ἐστι λινῷ οἱ δὲ ἐξ αντιφράσεως τὸ ποικίλον. οἱ δὲ ὅ φασιν Ἀττικὸς ληΐδιον. δεῖ δὲ ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί : κατα τὸν κανόνα τοῦ ῃρῳδιανοῦ : πᾶσα δοτικῇ δισύλλαβος ἐπι ονομάτων ὀξύνεσθαι θέλει: φωτί παντί θιτί οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ λέγει ὅτι δεῖ ὀξύνειν κατα τὸν τὸν κανόνα οὕτως γὰρ καὶ Ἀρίσταρχος : εἰσὶ δὲ οἳ περισπῶσιν οὐ καλῶς. εἶτα ἐπάγει οὕτως: παραιτητεον δὲ τὸν Ἀσκαλωνίτην οιόμενον ἀπο τῆς λίς εὐθείας κεκλῆσθαι τὴν λιτὶ δοτικὴν καὶ τὴν λιτ αἰτιατικήν: οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλα δια τοῦτος κλίνεσθαι, μεταπλασμὸς οὖν ἐστι τῆς λιτῶ δοτικῆς ὡς ἡ κλαδί. τῆς κλαδῷ καὶ ἡ αιτιατικῇ λιτὰ . μεταπέπλασται εκ τῆς λιτός . ὡς κρόκα ἐκ τῆς κρόκην: τὸ δὲ παρα τῷ ποιητῇ κάθηράν τε ῥύπα πάντα εἰ μὴ ἔστι πληθυντικὸν οὐδέτερον τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται, οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν . ἐπεὶ πᾶσα αἰτιατικῇ εἰς α λήγουσα ἐβαρύνετο ὑπεσταλμένης τῆς τινά κατ αόριστον προφοράν ⁑
Comments on 18.352
previous | next |
---|---|
msA 245r | msA 246r |