Venetus A (Marciana 454 = 822), folio 247, verso

previousnext
msA 247rmsA 248r

Iliad text (26 lines)


Iliad 18.429: Ἥφαιστ’ : ῆ άρα δή τις ὅσαι θεαί εἰσ’ ἐν Ὀλύμπῳ


Iliad 18.430: τοσσάδ’ ἐνὶ φρεσὶν ῇσιν ἀνέσχετο κήδεα λυγρὰ.


Iliad 18.431: ὅσσ’ ἐμοὶ ἐκ πασέων Κρονίδης, Ζεὺς ἄλγε’ ἔδωκεν:


Iliad 18.432: ἐκ μέν μ’ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν,


Iliad 18.433: Αἰακίδῃ Πηλῆϊ : καὶ ἔτλην ἀνέρος εὐνὴν,

Commented on by msAint 18.34


Iliad 18.434: πολλὰ μάλ’ οὐκ ἐθέλουσα: ὁ μὲν δὴ γήραϊ λυγρῷ

Commented on by msA 18.148


Iliad 18.435: κεῖται ἐνι μεγάροις ἀρημένος: ἄλλα δέ μοι νῦν:


Iliad 18.436: υἱὸν ἐπεί μοι δῶκεῖ γενέσθαί τε τραφέμεν τε


Iliad 18.437: ἔξοχον ἡρώων. ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶ̈σος.


Iliad 18.438: τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὡς γουνῶ αλωῆς,

Commented on by msA 18.150


Iliad 18.439: νηυσὶν ἔπι προέηκα κορωνίσιν Ἴλιον εἴσω


Iliad 18.440: Τρωσὶ μαχησόμενον, τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις


Iliad 18.441: οἴκαδε νοστήσαντα: δόμον Πηλήϊον εἴσω:

Commented on by msAim 18.46


Iliad 18.442: ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.


Iliad 18.443: ἄχνυται. οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰ̈οῦσα:


Iliad 18.444: κούρην, ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν .

Commented on by msA 18.151


Iliad 18.445: τὴν, ὰψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων :


Iliad 18.446: ἤτοι ὃ τῆς ἀχέων. φρένας ἔφθιεν: αὐτὰρ Ἀχαιοὺς


Iliad 18.447: Τρῶες ἐπι πρύμνῃσιν, εείλεον: οὐδὲ θύραζε


Iliad 18.448: εἴων ἐξιέναι: τὸν δὲ λλίσσοντο γέροντες

Commented on by msAext 18.6


Iliad 18.449: Ἀργείων , καὶ πολλὰ περικλυτὰ δῶρ’ ὀνόμαζον:


Iliad 18.450: ἔνθ’ αὐτὸς μὲν ἔπειτ’ ἠναίνετο λοιγὸν ἀμῦναι:


Iliad 18.451: αὐτὰρ ὃ Πάτροκλον περι μὲν τὰ, ἃ. τεύχεα, έσσε:


Iliad 18.452: πέμπε δέ μιν πόλεμον δὲ, πολὺν δ’ ἅμα λαὸν όπασσε:


Iliad 18.453: πᾶν δ’ ῆμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι:


Iliad 18.454: καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων


Other texts (8 passages)


Scholia group: msAext

msAext 18.6: ἐλίσοντο

Comments on 18.448


Scholia group: msAint

msAint 18.34: επι τὸ ευνήν βραχὺ διασταλτέον ⁑

Comments on 18.433


Scholia group: msAil

msAil 18.21: συνέκλειον

Comments on 18.447@εείλεον


Scholia group: msAim

msAim 18.46: ἔν τισιν οὐ κεῖται ⁑

Comments on 18.441


Scholia group: msA

msA 18.148: πολλὰ μάλ’ οὐκ εθέλουσα. οὐχ ὅτι μετεβάλλετο ἀλλα προειδυῖα τὰ μέλλοντα ἔσεσθαι τῷ γάμῳ δυσχερῆ ἀπηρνεῖτο τὴν σύζευξιν ⁑

Comments on 18.434


msA 18.149: κεῖται ἐνι μεγάροις: στικτέον ἐπι τὸ νῦν καὶ ἀπ αλλης ἀρχῆς ἀναγνωστέον τὸ διήγημα υἱὸν ἐπεί μοι δῶκεν , ὡς κακεῖ. κούρην ἣν ἄρα μοι ὁ δε λόγος ἄλλα δέ μοι νῦν ἐστι λείποντος τοῦ ῥήματος ⁑

Comments on 18.435-18.436


msA 18.150: τὸν μὲν ἐγὼ, ὅτι καθ Ὅμηρον ἡ Θέτις εθρεψε τὸν Ἀχιλλέα οὐ Χείρων ὡς οἱ νεώτεροι ⁑

Comments on 18.438


msA 18.151: κούρην ἣν ἄρα οἱ ἀθετοῦνται στίχοι ιγ , ὅτι συνήγαγέ τις τὰ δια πολλῶν εἰρημενα ὡς ἔνα τόπον ὡς ἐκεῖνα ᾠχόμεθ’ ἐς Θήβην ἱερὴν πο δια δε τῶν ἑξῆς ἐπιδείκνυσιν ὅτι τε ὁ Πατροκλος τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη, δια μέντοι τούτων οὐδὲν ἀναγκαιον λέγεται καὶ ψεῦδος περιεχουσιν οὐ γὰρ ταῖς λιταῖς πεισθεῖς Ὀδυσσέως καὶ Αἴαντ ἐξέπεμψε τὸν Πάτροκλον ἀλλ’ ὕστερον, ἑκουσίως ὁ Πάτροκλος κατελεήσας τὴν φθορὰν τῶν Ελλήνων ϊκέτευσε δοθῆναι αὐτῶ τοῦ Αχι τὰ όπλα ⁑

Comments on 18.444


previousnext
msA 247rmsA 248r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1