Venetus A (Marciana 454 = 822), folio 247, recto
previous | next |
---|---|
msA 246v | msA 247v |
Iliad text (25 lines)
Iliad 18.404: ᾔδεεν. οὔτε θεῶν, οὔτε θνητῶν ἀνθρώπων:
Commented on by msAint 18.33
Iliad 18.405: ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ΐσαν. αἵ μ’ ἐσάωσαν:
Iliad 18.406: ἣ νῦν ἡμέτερον δόμον ΐκει: τώ με μάλα χρεὼ
Iliad 18.407: πάντα Θέτῑ καλλιπλοκάμῳ ζωάγρια τείνειν:
Commented on by msAim 18.42
Iliad 18.408: ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλὰ.
Iliad 18.409: ὄφρ’ ὰν ἐγὼ φύσᾱς ἀποθείομαι. ὅπλα τε πάντα.
Iliad 18.410: ῆ. καὶ ἀπ’ ἀκμοθέτοιο πέλωρ, αίητον ἀνέστη:
Commented on by msA 18.141, msA 18.142
Iliad 18.411: χωλεύων: ὑπο δὲ κνῆμαι ῥώοντο ἁραιαί:
Commented on by msAim 18.43
Iliad 18.412: φύσᾱς μέν ῥ’ ἀπάνευθε τίθει πυρὸς. ὅπλα τε πάντα
Iliad 18.413: λάρνακ’ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο:
Commented on by msA 18.143
Iliad 18.414: σπόγγῳ δ’ ἀμφι πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπεμόργνυ :
Iliad 18.415: αὐχένα τε στιβαρὸν: καὶ στήθεα λαχνήεντα:
Iliad 18.416: δῦ δὲ χιτῶν’. ἕλε δὲ σκῆπτρον παχὺ. βῆ δὲ θύραζε
Commented on by msA 18.144
Iliad 18.417: χωλεύων. ὑπο δ’ ἀμφίπολοι ῥώοντο ἄνακτι
Iliad 18.418: χρύσειαι. ζῳῇσι , νεήνισιν, εἰοικυῖαι:
Iliad 18.419: τῇς, ἐν μὲν νόος ἐστὶ μετὰ φρεσὶν. ἐν δὲ καὶ αὐδὴ.
Iliad 18.420: καὶ σθένος, ἀθανάτων δε θεῶν ἄπο έργα ΐσασιν:
Commented on by msAim 18.44
Iliad 18.421: αἱ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον: αὐτὰρ ὃ ἔρρων.
Commented on by msA 18.145
Iliad 18.422: πλησίον ἔνθα Θέτις περ. ἐπὶ θρόνου ΐζε φαεινοῦ:
Iliad 18.423: ἔν τ’ ἄρα οἱ φῦ χειρί. ἔπος τ’ ἔφατ’. ἔκ τ’ ὀνόμαζε:
Iliad 18.424: τίπτε Θέτι τανύπεπλε ἱ̈κάνεις ἡμέτερον δῶ
Commented on by msA 18.146
Iliad 18.425: αἰδοίη τε, φίλη τε. πάρος γέ μεν οὔ τι θαμίζεις:
Iliad 18.426: αὔδᾱ ὅ τι φρονέεις. τελέσαι δέ με θυμὸς ἄνωγε:
Commented on by msAim 18.45
Iliad 18.427: εἰ δύναμαι τελέσαι γε. καὶ εἰ τετελεσμένον ἐστίν:
Iliad 18.428: τὸν δ’ ἠμείβετ’ ἔπειτα Θετίς κατα δακρυ χέουσα:
Commented on by msA 18.147
Other texts (13 passages)
Scholia group: msAint
msAint 18.33: ουτ ᾔδεεν γράφεται δὲ καὶ ῄδειν ⁚
Comments on 18.404
Scholia group: msAil
msAil 18.20: τέρας
Comments on 18.410@πέλωρ
Scholia group: msAim
msAim 18.42: μετα τοῦ ϊ τὸ ζωάγρια ὁ Ἀρίσταρχ Ἀρίσταρχος ⁑
Comments on 18.407
msAim 18.43: δασύνεται τὸ ἁραιαί ⁚
Comments on 18.411
msAim 18.44: τὰ γυναικεια δὴλον οτι ⁑
Comments on 18.420
msAim 18.45: ἐν ἄλλῳ ἀνώγει ⁑
Comments on 18.426
Scholia group: msA
msA 18.141: πέλωρ αίητον ἀνέστη: πελωρα λέγουσι τὰ παρηλλαγμένα: ὁ δε Ἥφαιστος ἀμφυγυήεις αίητον δὲ μέγα καὶ ἐπέγκειται τὸ ϊ θάρσος ἄητον ἔχουσα ⁑
Comments on 18.410
msA 18.142: πέλωρ αίητον⁚ ὁ Ἀσκαλωνιτ προπαροξύνει ἐκδεχόμενος πλεονασμὸν τοῦ ϊ παρα τὸ θάρσος ἄητον ἐχουσα οἷον ταχὺ καὶ κινητίκον Πρωτέας δὲ τῷ ορμημένῳ παρα τὸ ἄω , ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα παρα τὴν αῖαν τὴν γῆν: ἐγὼ δὲ ἐπιζητῶ τὸ ἄητον πῶς δυνατὸν τρίτην ἀπο τέλους ἔχειν τὴν ὀξεῖαν: ἐπιθετικῶς κείμενον: μήποτε οὖν ὀφείλομεν πείθεσθαι τῷ Φιλοξένῳ φησὶ γὰρ αὐτὸ σύνθετον εῖναι παρα τὸ ετος ὡς θετός ὃ σημαίνει τὴν ὕπαρξιν ἐξ οῦ τὸ ἀληθὲς ὃ καὶ γίνεται ἐτεός : ἐγένετο. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν επιρρηματικῇ τάξει. ω ετά Τημενίδος χρύσεον γένος , καὶ τὸ παρα τοῖς Ἀττικοῖς οὐκ έτος ἀντι μεσότητος τῆς έτως τὸ παρα μηδενὶ οὖν ὑπαρκτὸν τοῦτέστι μέγα ἄατον καὶ ἄητον καὶ δηλον ὅτι ἀπολέλυται ὁ τόνος: ὁρᾶται γὰρ σύνθετα τοιαύτα βαρυνόμενα, ἄρρητον ἄκλητον ἄκμητον οὕτως ἄητον ⁑
Comments on 18.410
msA 18.143: λάρνακ’ ἐς ἀργυρέην. ὅτι λάρνακα τὴν κιβωτόν. νεωτερικὸν γὰρ ὄνομα ἡ κιβωτος καὶ ὅτι ἐπονεῖτο ἀντι τοῦ ἐνήργει ⁑
Comments on 18.413
msA 18.144: δὺ δὲ χιτῶν’. ὅτι οὐ παρέλκει τὸ παχύ ἀλλα προς τὸ ἐπερείδειν χωλὸν ὄντα τὸν Ἥφαιστον περι οὗ φησὶν, πέλωρ αίητον ἀνέστη ὡς καὶ τὸ στησαμένη μέγαν ἱστόν ⁑
Comments on 18.416
msA 18.145: αἱ μὲν ὕπαιθα ὅτι ἔρρων οὐ ψιλῶς πορευόμενος ἀλλα δια τὴν χωλότητα φθειρόμενος ⁑
Comments on 18.421
msA 18.146: τίπτε Θέτι : παρα Ζηνοδότῳ ἡμέτερον δέ : καὶ Θέτις τανύπεπλος ϊκάνεις ⁑
Comments on 18.424
msA 18.147: τὸν δ’ ἡμείβετ ‘ ἔπειτα: περιπαθές ἐστι τὸ τῆς θεοῦ πρόσωπον τρεῖς γὰρ θεοῦς εὐεργετήσασα. τὰς ἀμοιβὰς εἰς τὸν παῖδα εὑρίσκεται παρ αυτῶν λαμβάνουσα κατατιθεμένη τὸ δε δακρύειν πρὸς παθος αὐτῇ συμβαλλεται ⁑
Comments on 18.428
previous | next |
---|---|
msA 246v | msA 247v |