Venetus A (Marciana 454 = 822), folio 248, verso

previousnext
msA 248rmsA 249r

Iliad text (25 lines)


Iliad 18.480: τρίπλακα: μαρμαρέην. ἐκ δ’ ἀργύρεον τελαμῶνα:


Iliad 18.481: πέντε δ’ ἂρ αὐτοῦ ἔσαν σάκεος πτύχες: αὐτὰρ ἐν αυτῷ

Commented on by msAim 18.50


Iliad 18.482: ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν:


Iliad 18.483: ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανὸν. ἒν δὲ θάλασσαν:

Commented on by msA 18.162


Iliad 18.484: ἠέλιόν τ’ ἀκάμαντα: σελήνην τε πλήθουσαν:

Commented on by msA 18.163


Iliad 18.485: ὲν δὲ τὰ τείρεα πάντα. τά τ’ οὐρανὸς ἐστεφάνωται:

Commented on by msAint 18.38, msAim 18.51


Iliad 18.486: Πληϊάδας θ’. Ὑάδας τε. τό τε σθένος Ὠρίωνος :

Commented on by msA 18.164, msA 18.165, msA 18.166, msA 18.167, msA 18.168


Iliad 18.487: Άρκτόν θ’. ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν:

Commented on by msA 18.169, msA 18.170


Iliad 18.488: ἥ τ’ αὐτοῦ στρέφεται: καί τ’ Ὠρίωνα δοκεύει:

Commented on by msA 18.171


Iliad 18.489: οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο :

Commented on by msAint 18.39, msA 18.172


Iliad 18.490: ὲν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων

Commented on by msA 18.173, msA 18.174, msAext 18.11


Iliad 18.491: καλὰς. ἐν τῇ μέν ῥα γάμοι τ’ έσαν, εἰλαπίναι τε:


Iliad 18.492: νύμφας δ’ ἐκ θαλάμων. δαΐδων ὑπὸ λαμπομενάων.

Commented on by msAint 18.40, msAim 18.52


Iliad 18.493: ηγίνεον ἀνὰ ἄστυ, πολὺς δ’ ὑμέναιος ὀρώρει:

Commented on by msA 18.175


Iliad 18.494: κοῦροι δ’ ὀρχηστῆρες ἐδίνεον. ὲν δ’ ἄρα τοῖσιν


Iliad 18.495: αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον: αἱ δὲ γυναῖκες

Commented on by msAim 18.53


Iliad 18.496: ἱ̈στάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη:

Commented on by msAint 18.56


Iliad 18.497: λαοὶ δ’ εἰν ἀγορῇ ἔσαν ἀθρόοι: ἔνθα δὲ νεῖκος

Commented on by msA 18.176


Iliad 18.498: ὠρώρει: δύο δ’ ἄνδρες. ἐνείκεον εἵνεκα ποινῆς


Iliad 18.499: ἀνδρὸς ἀποφθιμένου. ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι

Commented on by msAint 18.57, msAim 18.54


Iliad 18.500: δήμῳ πιφραύσκων . ὁ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι:


Iliad 18.501: ἄμφω δ’ ϊέσθην. ἐπὶ, ΐστορι πεῖραρ ἑλέσθαι:

Commented on by msAint 18.41, msA 18.177


Iliad 18.502: λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί:

Commented on by msAim 18.55


Iliad 18.503: κήρυκες δ’ ἄρα λαὸν ἐρήτυον: οἱ δε γέροντες:


Iliad 18.504: εἵατ’ ἐπι ξεστοῖσι λίθοις. ἱ̈ερῷ ἐνὶ κύκλῳ:


Other texts (34 passages)


Scholia group: msAext

msAext 18.11: πολις διὰ τ ιει παντ βο

Comments on 18.490


Scholia group: msAint

msAint 18.38: Ζηνοδ οὐρανὸν ἐστηρικται Αριστ ουρανὸν εστεφάνωκε ⁑

Comments on 18.485


msAint 18.39: ὡς προς τὰ προειρημε ἄστρα ἐπεὶ καὶ αλλα εστι μη δύνοντ ⁑

Comments on 18.489


msAint 18.40: οτ ἡ υπ αντ τῆς μετ μετὰ δαϊδων Αρχιλοχο ᾀδων ὑπ αυλητηρος καὶ προς το ἀρχαῖον ἐθος, οτ οἱ νυμφίοι τὰς νύμφας μετ δαΐδων παρελαμβάνοντ ⁑

Comments on 18.492


msAint 18.41: τὸ τελος τῆς δίκης οἱ δικασταὶ ετίθεντο ωστε τὸν παρέχοντ μαρτυρίαν νικᾶν ⁑

Comments on 18.501


msAint 18.56: ὅτι ἐθεοντ οὐ ξεπληττοντ ⁑

Comments on 18.496


msAint 18.57: παρα Ζηνοδ αποκταμενου καὶ ἐν ταῖς πλείσταις καὶ εστ οὐκ απιθανος ἡ γραφή ⁑

Comments on 18.499


msAint 18.58: οτ οἱ περιεστῶτες εκατέρωθεν πρὸς ἐφθέγγοντο καὶ ὅτι τοῦτ έστι τῷ δήμῳ πιφράσκων φανερὸν ποιῶν τῷ όχλῳ⁑

Comments on 18.500-18.502


Scholia group: msAil

msAil 18.22: ἀμέτοχος

Comments on 18.489@ἄμμορός


msAil 18.23: τῶν υπφωνίων

Comments on 18.498@ποινῆς


msAil 18.24: παρα Ζηνδ αρεσθαι

Comments on 18.501@ἑλέσθαι


msAil 18.25: τὸ ναὶ και τὸ οὐ

Comments on 18.502@ἐπήπυον


Scholia group: msAim

msAim 18.50: ἒν εστ τὸ αὐτοῦ

Comments on 18.481


msAim 18.51: ὡς τείχεα τείρεα ⁑

Comments on 18.485


msAim 18.52: Ζηνοδ ἐς θαλαμους καὶ εστ οὑκ απίθανος ἡ γραφη ⁑

Comments on 18.492


msAim 18.53: οτ ενθ δὲ μονον καὶ ἐν τῆ μέμνηται αὐλῶν ⁑

Comments on 18.495


msAim 18.54: βραχ διασταλτέον ἐπι τὸ αποδοῦναι ἐν γαρ τῷ δήμῳ ἐλεγεν παντ ἀποδεδοκέναι οὐ τῷ δημῳ παραδεδωκέναι ⁑

Comments on 18.499


msAim 18.55: παρα Ζηνοδοτ και Ἀριστοφα ἀμφοτερωθ ἡ Μασσαλιωτικη ἀμφοτέρωθ ἐπίπνυον αμφις αρωγοι ⁑

Comments on 18.502


Scholia group: msA

msA 18.162: ‡ ἒν μὲν γαῖαν⁚ οτ Ζηνόδοτ ἠθέτηκεν ἀπο τούτου τοῦ στίχου τὰ λοιπα ἀρκεσθεὶς τῃ κεφαλαιώδει προεκθέσει: Ὅμρ δὲ οὐκ ὰν προ ετραγώδησεν τὰ κατ τὰς φύσας εἰ μὴ καὶ τὴν τῆς ποικιλίας κατασκευὴν ἔμελλε διατίθεσθαι ⁑

Comments on 18.483


msA 18.163: σελήνην τε πλήθουσαν⁚ τὴν οἶον πεπληρωμενην καὶ ἐγκύμονα τοῦ ηλιακοῦ φωτὸς λέγει δὲ τῆν παρά σεληνον : εἴρηται δὲ σελήνη οἶον εἰ σελας νέον. ⁑

Comments on 18.484


msA 18.164: Πληϊάδας θ’⁚ ἑπτὰ ἀστέρες κείμενοι ἐπι τῇ ουρᾶ τοῦ Τάρου μᾶλλον δὲ ἐπι τοῦ χοτομήματος αὐτοῦ. ὁ γὰρ Τᾶυρος σῶος οὐκ ανηστέρισται ἀλλ’ ἕως τῶν ἰσχίων αὗται δε εἰσιν Ἄτλαντος καὶ Πληϊόνης θυγατέρες ὧν τὰ ονόματα: Μαία : Ταυγετη : Κελαινώ : Μηρώπη Ηλέκτρα Στεροπή : Ἀλκυόνη : Ἄτλας δὲ εἷς τῶν Γιγάντων μιγεῖς Πληϊόνη : τῆ Ωκεανου ἔσχεν θυγατέρας ζ : αἳ τὴν παρθνειαν ἀγαπήσασαι συνεκυνήγουν τῇ Ἀρτέμιδι θεασάμενος δε Ωρίων ἠράσθη καὶ ἐδίωκε μιγῆναι βουλόμενος: αἱ δὲ πεκατληπτοι γενόμεναι θεοῖς ηύξαντο μεταβαλεῖν φυσιν: Ζεὺς δὲ ἐλεησας αὐτας καὶ δια τῶν ἄρκτων κατηστέρισεν : ὠνομάσθησαν δὲ Πληϊάδες Πληϊονης τῆς μρς αὐτῶν: φασὶ δὲ Ἡλέκτραν βουλόμενην τὴν Ἰλιου πόρθησιν θεάσασθαι δια τὸ κτίσμα τῶν ἀπογόνων καταλιπεῖν τῶν τόπων οὗ κατηστέριστο. δι ὅπερ οὔσας πρότερον ἑπτὰ γενεσθαι ἓξ ἡ ϊστορία παρα τοῖς Κυκλικοῖς ⁑

Comments on 18.486


msA 18.165: Ὑάδας τε⁚ οἱ επι τῶν κεράτων τοῦ Ταύρου ἑπτὰ ἀστέρες κείμενοι: καλοῦνται δὲ Ὑάδες ἥτοι δια τὴν προς τὸ Υ στοιχεῖον ὁμοιότητα ἢ ἐπειδὴ αἴτιοι όμβρων καὶ ὑετῶν καθ ἵστανται ⁑

Comments on 18.486


msA 18.166: Ζεὺς ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον ταῖς Δωδωνίσι νύμφαις τρέφειν έδωκεν. Ἀμβροσία Κορωνίδῃ Εὐδωρῃ Διώνῃ Αἰσύλῃ Πολυξοῖ αὕται θρέψασαι τὸν Διόνυσον περίεσαν συν αυτῷ τὴν ευρεθεῖσα ἄμπελον ὑπο τοῦ θυ τοῖς ἀνοις χαριζόμεναι: Λυκοῦργος δὲ μέχρι τῆς θαλασσης συνεδίωξε τὸν Διόνυσον ἐκεινας δὲ ὁ Ζεὺς ἐλεήσας κατηστέρισεν: ἡ ἱστορία παρα Φερεκυδ ⁑

Comments on 18.486


msA 18.167: Πηληϊάδας θ’ Υάδας τε⁚ τὰς μὲν κατηστερισμένας ἐν τῶ μετώπου τοῦ Ταύρου Ὑάδας φασὶν εἰρῆσθαι τοῦ δὲ ἐπι τῆς ἡμιτόμου πλευρᾶς Πληΐαδας καλεῖσθαι: Ἄτλαντα γὰρ τὸν Ἱαπετοῦ : καὶ Αἰθερας τῆς Ὠκεανου καθὰ φησὶ θυγατέρες δώδεκα καὶ υἱὸς Υἱας : τοῦτον ἐν Λιβύη κυνηγοῦντα ὄφις κτεινει: καὶ αἱ μεν πέντε τὸν αδελφὸν θρηνουσαι ἀπόλλυνται⁚ τὰς δὲ λοιπας δι οικτον καταστερίσας Ζεὺς , Ὑδας ἐπωνόμασας ἐπῳνυμία τοῦ ἀδε : αἱ δὲ πλείους ζ βραδέως μὲν πλὴν ἀποθανοῦσαι Πληϊάδας εἴρηνται: Φερεκύδης δὲ καθὰ προείρηται τὰς Ὑάδας . Δωδωνίδας νύμφας φησὶν εἶναι καὶ Διονύσου τροφοὺς ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰ̈νοὶ δια τὸν Ήρας φόβον: καθ ὸν καιρὸν αὐτὰς καὶ Λυκοῦργος ἐδίωξεν τῶν δε Πληϊάδων οὐσῶν ἑπτὰ πάνυ ἀμαυρὸς ἕβδομος ἀστήρ ἐστιν ὡς μὲν Ἄρατος ἐν τῷ προς θεόπροπον ἐπικηδιῶ φησίν Τρῴας πορθουμενης τὴν Δανου μρα Ἢλέκτραν μίαν ουσαν τῶν Πλειάδων φυγεῖν τε τὴν τῶν ἀδελφῶν συνοδ καὶ τὰς κομας λύσασαν ἐνίοτε κομητην ἀστέρα φαίνεσθαι φησὶ δὲ καὶ Ἑλλανικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντικῶν : τὰς μὲν ἓξ θεοῖς συνελθεῖν Ταυγέτην , Διΐ ὧν γενέσθαι Λακεδαίμονα : Μαῖαν Διΐ ἀφ ῶν Ἑρμῆς . Ἡλέκτραν Διῒ ὧν Δάρδανος : Ἀλκυόνην Ποσειδων Κελαινω Ποσειδῶνι ὧν Λύκων Στεροπὴν Ἄρει ὂν Οἰνόμαον Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι ὦν Γλαύκον διὸ καὶ αμαυρον εῖναι Ὑάδες δε εΐρηνται ἤτοι παρὰ τὸ σχημ τῆς τῶν ἀστερων θέσεως τῷ γὰρ Υ στοιχείω παραπλήσιόν ἐστιν. ἢ ἐπεὶ ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσων ὕει ὁ Ζεύς : αἱ δὲ Πλειάδες ἤτοι ἀπο τῆς μρς αὐτῶν Πληϊόνης : ἢ ὅτι πλείους ὁμοῦ κατα μίαν συναγωγὴν ἐισὶ βότρυν γὰρ αὐτας λεγοῦσιν ἢ ὅτι μὲν πλείους καὶ ἑπτὰ δοκουσιν ἐπι δὲ τῆς ἀληθείας ἐλάττους εἰσιν ἢ Πλησιάδας πλησίον γὰρ κεῖνται. ἢ ὅτι πλείους δι αὐτας αἱ τῶν ωρῶν ἐπισημασίαι ἢ ὅτι πλειωνος ὅ ἐστιν ὲνιαυτου σημαντικαὶ χειμῶνα γὰρ καὶ θέρος διορίζουσι καθὸ ἐπιφέρονται καὶ δια μόνων αὐτῶν σημειοῦνται τὰς ἑωας ἐπιτολὰς πρὸς θέρος καὶ τὰς ἐσπερίους πρὸς ἄροτρον ὡς Ἡσίοδος Πληϊάδων Ἄτληγενέων ἐπιτελλομενάων. ἄρχεσθ’ ἀμήτοιο: ἀρότροιο δὲ δυσομενάων. τὰς δὲ Ἄτλαντας ἀτυχιας: κλαιούσας αὐτὰς κατστερισθῆναι φησιν ὁ Αἰσχυλος : Πλειαδων δὲ ἀνατολην ἑώαν ηλιου ὄντος ἐν διδύμοις. δύσις δὲ ἑώα κατ τὸν διάμετρον ἡλιου ὄντος Σκορπιῳ : Ταύρου δὲ ὄντος ἡλιῳ κατ τὸ εἰκός ἑκατέρωθι ἐπίφασις γίνεται: καὶ γὰρ τὸν προ ανατελλοντα κριον ἐπι πέντε ἡμέρας προκαταλάμπει καταρχας ἐγγὺς ὧν αὐτοῦ καὶ τοὺς προ ἀνατέλλοντας διδύμους ἐπ άλλας ἡμερας πέντε ὥσπερ τὸ ἔν τινι καιόμενον πῦρ θερμης ἀπόρροιαν ἔχει βραχεῖαν καὶ πρὸς τοὺς ἑκατέρωθεν. δια τοῦτο καὶ Ησίοδος ἔφη: αἱ δή τοι νύκτας τε καὶ ἥματα τεσσαράκοντα κεκρύφαται . δι ὅτι καταγάζονται ⁑

Comments on 18.486


msA 18.168: τό τε σθενος Ὠρίωνος : περιφραστικῶς τὸν Ωρίωνα , ὁ δε Ωρίων ἐστιν ἄστρον μέγιστον ἐν τῷ οὐνω κατηστερισμένον οὕτως Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης μιᾶς τῶν Ἄτλαντος θυγατέρων ῴκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτιας φιλοξενώτατος δὲ γενώμενος ὑπεδέξατο ποτὲ καὶ θεούς. Ζεὺς γὰρ καὶ Ποσειδῶν καὶ Ἑρμης ἐπιξενωθεντες αὐτῷ καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι παρῄνεσαν αἰτεῖν ὅτι ἂν βούλοιτο: ὁ δὲ ἄτεκνος ὢν ἠτήσατο παῖδα: λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αυτὴν καὶ ἐκέλευσαν κρῦψαι καταγῆν καὶ μετα δέκα μήνας ἀνελέσθαι. ὧν διελθόντων ἐγένετο ὁ ουρίων ουτ ὀνομασθεὶς δια τὸ οὐρῆσαι ὥσπερ τοὺς θεοὺς ἔπειτα κατ ευφημισμὸν Ὠρίων συγκονηγετών δὲ οὗτος Ἀρτέμιδι ἐπεχείρισεν αὐτὴν βιασασθαι: ὀργισθεὶσα δὲ ἡ θεὸς ἄνεδωκεν ἐκ τῆς γῆς σκορπιον. ὃς αὐτὸν πλήξας κατ τὸν αστράγαλον ἀπεκτεινε. Ζεὺς δὲ συμπαθησας κατηστέρισεν αὐτὸν διὸ τοῦ Σκορπιου ἀνατέλλοντος Ὠρίων δύνει ἡ ϊστορία παρὰ Εὐφορίωνι ⁑

Comments on 18.486


msA 18.169: Ἀρκτον θ’ ἢν καὶ Ἁμαξαν εἰς ἰδιότητ Ἄμαξαν ἐψίλωσαν οἱ πρὸ ημῶν επεὶ ἡ συναλιφὴ οὕτως εὑρέθη τιλλέσθην ἐπ αμαξαι καὶ αἱ δ’ ὑπ αμάξησιν ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα: Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν ΐσως δια τὸν σχηματισμὸν καὶ δια τὸ φιληδεῖν τῇ δασείᾳ ἔνθεν παρ αυτοῖς καὶ ἡ συναλιφη δια δα καθημαξευμένα ⁑

Comments on 18.487


msA 18.170: ἄρκτοι δύο δείκνυνται ἐν τῷ βορείῳ κλίματι αὕτη τε ἡ μεγάλη ἡ καλουμένη καὶ Ἁμαξα δια τὸ εἰς ἁμαξης τύπον κατηστερίσθαι: καὶ ἡ ἐγγὺς ἐκείνης ἡ μικρὰ ἡ Κυνόσουρα καλουμένη δια τὸ ὡς κυνὸς ἔχειν ἀνακεκλασμενην τὴν ουρὰν ἧς Ὅμηρος μέμνηται ὡς ὕστερον εὑρεθείσης ὑπο Θαλοὺς τοῦ Μιλησιου ἑνὸς τῶν ἑπτὰ σοφῶν:

Comments on 18.487


msA 18.171: Ζεὺς , Καλλιστους τῆς Λυκαονος ερασθεὶς ἐμίσγετο αὐτῇ λανθάνων Ἥραν . ἐπιγνοῦσα δὲ ἡ θεὸς μετέβαλεν αὐτὴν εἰς ἄρκτον. καὶ ὡς θηρίον Ἀρτέμιδι προσέταξε τοξεῦσαι: Ζεὺς δὲ εἰς ουνον αὐτὴν ἀναγαγὼν πρώτην κατηστέρισεν: ἡ ϊστορία παρὰ Καλλιμαχῳ ⁑

Comments on 18.488


msA 18.172: ἥ τ’ αὐτοῦ στρεφετ στρέφεται ⁚ ἥτις περι τὸν ἀρκτικὸν καὶ ἀεὶ φανερὸν καλουμενον κύκλον ήτοι πώλον στρέφεται καὶ ἐπιτηρεῖ τὸν Ωρίωνα νεύουσα εἰς αυτὸν ὡς κυνηγέτην: βλέπει γὰρ ἡ μεγάλη ἄρκτος προς τὸ τοῦ Ωρίωνος ἄστρον: πολοι δὲ καλοῦνται τὰ άκρα τοῦ αξωνος περι ἃ ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος ⁑

Comments on 18.489


msA 18.173: οἴη δ’ ἄμμορός εστ , ἀντι τοῦ μόνη οὐ δύνει εἰς τὸν Ωκεανόν . αἱ γὰρ άρκτοι οὐ δύνουσιν οὖσαι ἐν τῷ ἀεὶ φανερῷ αἵ εισιν ἀμφότεραι τοῦ ἁπαντων καλουμένου πόλου ἀρκτικαί: μόνη οὖν δῆλον ὅτι τῶν κατηστερισμένων ἄμοιρος ἐστι τῶν Ωκεανου ρείθρων. καὶ οὐ καταδύεται ἐπεί τοι καὶ ἄλλα τινα. ἀειφανῆ ὅσα ὁ αρκτικός ἀποτέμνεται κυκλος. ἔστι δὲ ἥ τε Κυνόσουρα καλουμένη ἡ ἄρκτος καὶ ὁ δι αμφοτερων τῶν ἄρκτων δράκων καὶ ἡ χεὶρ τοῦ Βοώτου : μέχρη τὲ τοῦ Κιφεως τὰ ἀπο ϊξύως ἕως ποδῶν ⁑

Comments on 18.490


msA 18.174: ἐν δε δύω ποίησε πο : τινὲς δὲ εἰσιν αἱ δύο πόλεις: Ἀγαλλιας ὁ Κερκυραιος . Ἀριστοφάνει γνώριμος εῖπεν τὰς δύο πο , εῖναι Ἀθηνας καὶ Ἐλευσῖνα κατσκευάζων οὕτως : τὴν μὲν προτέραν ἐπει κατ γένεσιν τοῦ κόσμου πρωτ πόλις αἱ Αθηναι κατ δε τὴν φυσιν τῶν στοιχιων ὁ θς τὴν πο τειχοποιεῖ ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους ἐν Αθήναις ταυτα γὰρ πρωτον ἤχθη. αὐλούς τε ἐν τοῖς γάμοις, εὗρεν Ἀθηνᾶ δίκην τε ἐν τῆ πο . παρα γὰρ Ἀθηναίοις πρώτον ἐγένετο δικαστηριον ἐπι Αλιρροθίω τὸ Ποσειδῶνος : οἱ δὲ δικασταὶ Ἀθήνῃσι μισθὸν λαμβάνουσι καὶ δια τουτ λέγει κεῖσθαι ἐν μέσῳ χρυσοῦ δύο τάλαντα: τὴν δὲ ἑτέραν πο οῦσαν τὴν Ἐλευσινα πτόλεμον δὲ ἔσχον Ἀθηναῖοι πρὸς Ἐλευσῖνας ὃν αὐτοῖς ἐπολέμησεν Εὔμολπος ὁ Ποσειδῶνος βοηθοί τε αὐτῆς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ . ὁ μὲν γὰρ χάρεις ἀποδιδοὺς ὅτι ἀπελύθη κριθεὶς ἐν Αρείῳ πάγῳ: ἡ δὲ ὅτι τῆς πο ὡς οικειας ἐκήδετο καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος εὑρία τριπολος ἐπεί περ Ἐλευσῖνι πρῶτον καρποὺς δη μήτηρ ἔδωκεν. ἡ δὲ σταφυλῇσι μέγα βρίθουσαν ἁλῳην ἐπι Ϊκὰριῳ καὶ Διονύσῳ πορεία: ὁ δὲ ποικιλλόμενος χωρὸς Ἀριάδνης καὶ Θησέως ἕχει πραξεις ἰ̈διος δὲ καὶ ὁ τεχνίτης τῶν Αθηνῶν Ἥφαιστος . Ἐριχθωνιῳ γὰρ τῷ υἱῷ χαριζόμενος βασιλεύοντι τῶν Ἀθηνῶν τὴν τοι αύτων κατασκευὴν παρεισήγαγε τὸν Άρειον παγον ἑρμηνεύει τὸν ϊερὸν κύκλον οἱ δὲ δικασταὶ Ἀθηνων : δια ποίαν δὲ αετιαν μονος ὁ Ὠκεανὸς ποταμὸς οὐ πάρεστι τῇ ἐκκλησιᾳ τῶν θεῶν: ῥητεον δὲ ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τὸ τοῦ κόσμου ῥεῦμα: φησὶ γὰρ Ὠκεανὸς ᾧ πάσα περίρρυτ ἐνδέδεται χθών ⁑

Comments on 18.490


msA 18.175: πολὺς δ’ ὑμέναιος, ἐξῆπτο διεγήγερτο πλείστη γαμήλιος ὠδή. τὸν δὲ ὑμεναιον ετυμολογοῦσιν οἱ μεν ἀπο του μαίειν ὁμοῦ τον νυμφιον καὶ τὴν νύμφιον : ἄλλοι δὲ φυσικῶς ἐπεὶ ὑμείν ἐστιν ὁ ρηγνύμενος ἐν τη τον παρθένων δια κορήσει. οἱ δὲ ὅτι Ὑμέναιός τις Ἀργεῖος παραπλεών τας Ἀθηνας κατέλαβεν Ἀττικὰς παρθένους ἀσπαζομένας ὑπο Πελασγῶν τινων αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο του μὴ βιασθῆναι: ἀποδιώξας τοὺς Πελασγούς . δια τοῦτο οὖν αἱ νομίμως γαμούμεναι ὥς ἐπι καλούμεναι αὐτον ὕμνον τινα ἔλεγον εἰς αὐτον ὃν ἐκάλουν ὑμέναιον. ⁑

Comments on 18.493


msA 18.176: ἐνθάδε νεῖκος ὀρώρει ἐφιλονείκουν ἠμφισβήτουν δικαστηριον γὰρ εἰσάγει δύο τινῶν ἀνδρῶν ὁ μὲν εἰσκαλούμενος ἐδώκει λὺτρα ἀποδεδωκέναι ὑπερ τοῦ πεφονευμένου ἐπιτίμια: ὁ δὲ ἐγκαλῶν ἔλεγε μηδὲν εἰληφέναι δύο δὲ τάλαντ χρυσίου κατέθεντο, ὥστε τὸν ἀποδείξαντ τὸ ἀληθσὲ λαβεῖν ἀμφότερα ποινῆς οὗν λέγει τῆς καλουμένης παρα τοῖς Ἀττικοῖς ὑποφονιων ἃ ἐδίδωσαν τοῖς οικείοις τῶν ἀνηρημένων οἱ ἀνελόντες : λέγεται δὲ καὶ κοινῶς πᾶσα ἀντέκτισις ποινη ⁑

Comments on 18.497


msA 18.177: ἐπι ΐστορι⁚ μάρτυρι ἠ κριτῇ ἀπο τοῦ είδω εἴσω ἵστωρ ἐλλείψαντος τοῦ ε ἐπεὶ τῷ ϊ τὸ στ ἐπεφέρετο ὡς ἐν τῷ ἱστῷ ἱστίον ἵστημι ὅθεν καὶ δασύνεται ἐπεὶ τὸ ϊ προ τοῦ στ μόνου δασύνεται πρόσκειται τὸ στ μόνου ἐπεὶ τὸ Ἴ̈στρος ψιλοῦται ⁑

Comments on 18.501


previousnext
msA 248rmsA 249r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1