Venetus A (Marciana 454 = 822), folio 249, recto

previousnext
msA 248vmsA 249v

Iliad text (25 lines)


Iliad 18.505: σκῆπτρα δὲ κηρύκων ἐν χὲρσ’ ἔχον ἠεροφώνων:

Commented on by msAim 18.56


Iliad 18.506: τοῖσιν ἔπειτ’ ἤϊσσον: ἀμοιβηδὶς δὲ δίκαζον:

Commented on by msAint 18.42, msA 18.178, msA 18.179, msA 18.180, msAim 18.57


Iliad 18.507: κεῖτο δ’ ὰρ ἐν μέσοισι δύω χρυσοῖο τάλαντα.

Commented on by msA 18.181


Iliad 18.508: τῷ δόμεν. ὃς μετα τοῖσι δίκην ἰ̈θύντατα εἴποι:


Iliad 18.509: τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν

Commented on by msA 18.182


Iliad 18.510: τεύχεσι λαμπόμενοι: δίχα δέ σφισιν, ἥνδανε βουλὴ.

Commented on by msA 18.183


Iliad 18.511: ἠὲ διαπραθέειν, ἢ ἄνδιχα πάντα δάσασθαι:


Iliad 18.512: κτῆσιν. ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔέργεν:

Commented on by msA 18.184


Iliad 18.513: οἳ δ’ οὔ πω πείθοντο: λόχῳ δ’ ὑπεθωρήσσοντο:

Commented on by msAint 18.43


Iliad 18.514: τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα


Iliad 18.515: ῥύατ’ ἐφεσταότες. μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας:

Commented on by msAint 18.44


Iliad 18.516: οἳ δ’ ἴ̈σαν. ἦρχε δ’ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη .


Iliad 18.517: ἄμφω χρυσείω: χρυ̋σεια δὲ εἵματα έσθην:


Iliad 18.518: καλὼ καὶ μεγάλω. σὺν τεύχεσιν. ὥς τε θεώ περ.


Iliad 18.519: ἀμφὶς ἀριζήλω: λαοὶ δ’ ὑπ’ ολίζονες ἦσαν:

Commented on by msAint 18.45, msA 18.188


Iliad 18.520: οἱ δ’ ὅτε δή ῥ’ ΐκανον ὅθί σφισιν εῖκε λοχῆσαι.


Iliad 18.521: ἐν ποταμῷ. ὅθι τ’ ᾱρδμὸς ἔην πάντεσσι βοτοῖσιν.

Commented on by msA 18.189


Iliad 18.522: ἔνθ’ ἄρα τοί γ’ ΐζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ:


Iliad 18.523: τοῖσι δ’ ἔπειτ’ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν.


Iliad 18.524: δέγμενοι. ὁππότε μῆλα ἰ̈δοίατο καὶ ἔλικας βοῦς:


Iliad 18.525: οἱ δὲ τάχα προγένοντο. δύω δ’ ἅμ’ ἕποντο νομῆες


Iliad 18.526: τερπόμενοι σύριγξι: δόλον δ’ οὔ τι προνόησαν:

Commented on by msAint 18.46, msA 18.190


Iliad 18.527: οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον: ὦκα δ’ ἔπειτα


Iliad 18.528: τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλας. καὶ πώεα κᾱλὰ

Commented on by msAim 18.58


Iliad 18.529: ἀργεννῶν, ὀΐων: κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας:


Other texts (25 passages)


Scholia group: msAint

msAint 18.42: κατέσειον ἐπι τὸ σιωπῆσαι⁚ ⁑

Comments on 18.506


msAint 18.43: οἱ ένδν

Comments on 18.513


msAint 18.44: κατ κοινοῦ τὸ ρύατο ⁑

Comments on 18.515


msAint 18.45: οτ άπαξ κέχρηται τῇ λέξει καὶ σημαίνει ολίγοι ⁑

Comments on 18.519


msAint 18.46: Αρισφ δυικῶς τερπομέ ⁚

Comments on 18.526


Scholia group: msAil

msAil 18.26: ει

Comments on 18.512@ἔέργεν


msAil 18.27: ἐνεχώρει

Comments on 18.520@εῖκε


msAil 18.28: ποτισμός

Comments on 18.521@ᾱρδμὸς


msAil 18.29: βοσκήμασι

Comments on 18.521@βοτοῖσιν


Scholia group: msAim

msAim 18.56: ὧν ἡ φωνη μέχρι τοῦ ἐμφανοῦς ἱκνειται ὃ ἐν ἄλλῳ φωνη δέ οἱ αιθερ ΐκανε ⁑

Comments on 18.505


msAim 18.57: Αρισταρχος ἀμοιβηδὸν ὡς κλαγγηδὸν , κατ τάξιν τῆς ηλικίας: αἱ Αριστ ⁑

Comments on 18.506


msAim 18.58: παρα Ζηνοδ πῶυι μεγ οιων ⁑

Comments on 18.528


Scholia group: msA

msA 18.178: ‡ τοῖσιν ἔπειτ’ ἤϊσον ὅτι καὶ οἱ δημηγοροῦντες καὶ οἳ δικάζοντες σκῆπτρα ἐλάμβανον καὶ ἐν : στῆ δὲ μέσῃ ἀγορῇ σκῆπτρον δέοι ἔμβαλε χειρί ⁑

Comments on 18.506


msA 18.179: ἔπειτ’ ἤϊσσον⁚ ἤτοι ἐξώρμων συν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλο τόπῳ: ἠ ἀριστάμενοι ἔφερον τὴν ψῆφον ⁑

Comments on 18.506


msA 18.180: αμοιβηδις δε δίκαζον ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ ἐκαθέζοντ παρα μέρος τὸ ἓν πράγμα δικάζοντες καὶ ἕκαστος τὸ καθ εαυτὸν ἐν μέρει ἀπεφαίνετο: τὸ δὲ αμοιβηδις , κατ οξεῖαν τάσιν: εἴρηται δὲ περὶ τῶν εἰς δίς ληγόντων ῥηματων ⁑

Comments on 18.506


msA 18.181: κεῖτο δ ὰρ ἐν μέσοισι ἤτοι τοσοῦτον δικαστικὸν ὑπιχνοῦντο . ἀλλ επεὶ ἀπίθανόν ἐστιν ἄμεινον κατα τῶν κρινομενων τῷ φανέντι ψευδομένῳ ἐπικλάσαι δύο τάλαντα, ἐπιδοῦναι τῷ τα ἰθῦντα εἰπόντι ⁑

Comments on 18.507


msA 18.182: τὴν δ’ ετερην πο ⁚ ἐν στράτευμα νοητεον εἰς δύο διῃρημενον πολιορκία γαρ ἢν καὶ οὐ παιδία ἡ μάχη. ἡ δύο στρατοὺς τὸν ἐν τῇ πο καὶ τὸν ἐπελθόντα φησιν ⁑

Comments on 18.509


msA 18.183: δίχα δέ σφιν ἵνδανε βουλῇ: σημειοῦνται ὅτι οἱ ἐπιστρατεύσαντες πο τινι καὶ μετα σπονδῶν ἁπαλλασσόμενοι: ἐλάμβανον παρα τῶν πολεμουμένων τὸ ἤμισυ τῶν εν τη πο κτηουματων ⁑

Comments on 18.510


msA 18.184: κτῆσιν όσην⁚ πρὸς τὸ ἀρχαιον ἔθος ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους ἐπιμεριζόμενοι τὰ κτήματα ⁑

Comments on 18.512


msA 18.185: τεῖχος μέν ρ’ ἄλοχοι τε φίλαι καὶ νηπ τέκνα ῥύατ’ ἐφεσταῶτος : Παρμενισκος τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες ἐπεὶ σολοικοφανὲς φησὶ τέκνα ἐφεσταότες καὶ ἄλοχοι: εἰ δὲ εν τοῖς τέκνοις εἰσὶ καὶ ἁ ἄρρενες τί κωλύει πρὸς τὸ σημαινόμενον αυτὸν ἀπηντηκέναι, ὡς καὶ ἐπ άλλων μυρίων. νεφέλη δέ μιν ἀμφιβέβηκε τὸ μὲν οὔ ποτ’ ἐρώει νωμῆσε βῶν τό μοι ἐστὶν οὕτως καὶ ἐνθαδε εσταότες παιδες ⁑

Comments on 18.514-18.515


msA 18.186: τὸ εφεσταότες προς τὸ ἀνέρες καὶ δύναται παραπλησιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματ ἔνθα μὲν εἰς Αχέροντα Πυρὶφλεγέθον τε ῥέουσι Κωκυτός θ η δέ κ’ Ἄρης ἄρχωσι μάχης : διαφε δὲ τοῦ Ἀλκμάνικου . ῆ εκεῖνο μὲν τοῖς κατ αριθμὸν σχήμασιν ὑποπίπτει ⁑

Comments on 18.514-18.515


msA 18.187: τοῦτο δὲ τοῖς παρα γενος ὑπερβατῷ: δὲ ἀμφότεροι λύεται ⁑

Comments on 18.514-18.515


msA 18.188: αμφὶς αριζήλω λαοὶ δ’ ὑπ ολίζονες ἦσαν: προπαροξυτονητεον πρόδηλον κακ τοῦ παρακειμένου οὐδετέρου οὐδεν όλιζον ἑξομαι εἴγε ὁμοτονεῖ τοῖς ουδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατ τὸ τελος κατ τὴν ἡμετέραν διάλεκτον ενὸς ἀντικειμένου τοῦ εν δια τὸ μὴ δύνασθαι περισπωμε ἐπι βραχείας εῖναι τὰ δὲ παραδείγματα ἄφθονα ἐπι πάσης κτλήξεως εχούσης παρασχηματισμὸν οὐδετέρου μέλας μέλαν τάλας τάλαν πᾶς πᾶν ευμήκης ευμῆκες ταχύς ταχυ : φίλος φίλον . σώφρων σώφρον ὅθεν εἰ οὕτως ἀνεγνωμεν οὐδὲν ολιζον ἕξομεν καὶ τὸ ολίζων βαρύνειν ὀφείλομεν καὶ γὰρ οὐδεποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμός τοῖς μέντοι βαρυνομένοις σῶφρον τλῆμον εἰ δε παράκειται τὸ ὀλίζον δηλονότι καὶ τὸ ἀρσενικὸν βαρύνεται: ἐσχημάτισται δὲ συγκριτικῶς κατα πάθος παρα γὰρ τὸ ολιγώτερος κατ δευτερον τύπον τὸ ὀλιγίων μὴ ειρημενον συγκριτικῶς ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος ἐξέπϊπτε τρίτος τύπος ὁ δια δύο σσ ὀλίσσων τὰ δε δύο σσ μετέπεσεν εἰς τὸ καὶ ἀπετελέσθη τὸ ὀλίζον οὕτως οὖν ἐσσχηματίσαμεν καὶ τὸ μεῖζον λέγω δὲ κατ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων ⁑

Comments on 18.519


msA 18.189: αρδμος⁚ εκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός : ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ α τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τί δεξιὸν : οὐχ ὅσα μέντοι ἐν ρήμασιν ἔκτασιν ἔχει καὶ ἐν ονόμασιν παρα γὰρ τὸ άσσω καὶ κατάσσω καὶ μέλλοντα τὸν άξω και προστακτικὸν τὸ ἄξον δη ἔγχος Διομήδεος ἡ ἀξίνη συστελλε τὸ α , παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι εκτείνομεν ὄνομα Ἀρήν : πισσοκονίας ἀρὴν Κρατῖνος ⁑

Comments on 18.521


msA 18.190: τερπόμενοι σύριγξι ἤτοι ἐπεὶ ἀνύποπτον ῆν τὸ εν τῷ πολέμῳ λοχὰν ἠ καὶ δια τὴν τερψιν τῶν συρίγγων ⁑

Comments on 18.526


previousnext
msA 248vmsA 249v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1