Venetus A (Marciana 454 = 822), folio 24, recto

previousnext
msA 23vmsA 24v

Iliad text (21 lines)


Iliad 2.title: ἰλιάδος β


Iliad 1.602: δαίνυντ’: οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης:

Commented on by msA 1.1494


Iliad 1.603: οὐ μὲν φόρμιγγος περικαλλέος, ἣν ἔχ’ Ἀπόλλων :


Iliad 1.604: Μουσάων θ’, αἳ, ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ:

Commented on by msA 1.1495


Iliad 1.605: αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο:

Commented on by msAil 1.1504


Iliad 1.606: οἱ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος:

Commented on by msA 1.1496


Iliad 1.607: ᾗχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις

Commented on by msAint 1.1503, msA 1.1497, msAil 1.1505, msAil 1.1506


Iliad 1.608: Ἥφαιστος ποίησεν ϊδυίῃσι πραπίδεσσι:

Commented on by msAext 1.1502, msAil 1.1507, msAil 1.1508


Iliad 1.609: Ζεὺς δὲ πρὸς ὃν, λέχος ἤϊ’ Ὀλύμπιος ἀστεροπητής,

Commented on by msA 1.1498, msA 1.1499


Iliad 1.610: ἔνθα πάρος κοιμᾶθ’ ὅτε μιν γλυκὺς ὕπνος ἱ̈κάνοι:


Iliad 1.611: ἔνθα κὰθεῦδ’ ἀναβὰς, παρ δὲ χρυσόθρονος Ἥρη .

Commented on by msA 1.1500, msA 1.1501


Iliad 2.1: Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ

Commented on by msA 2.1


Iliad 2.2: εὗδον παννύχιοι: Δία δ’ οὐκ έχε, νήδυμος ὕπνος:

Commented on by msA 2.2, msA 2.3


Iliad 2.3: ἀλλ’ ὅ γε μερμήριζε κατα φρένα: ὡς Ἀχιλῆα


Iliad 2.4: τιμήσῃ : ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν :

Commented on by msA 2.4, msA 2.5, msAil 2.16


Iliad 2.5: ἧδε, δέ οι κατα θυμὸν ἀρίστη φαίνετο βουλῆ:

Commented on by msA 2.6, msAim 2.11


Iliad 2.6: πέμψαι ἐπ’ Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον.

Commented on by msAint 2.14, msA 2.7, msA 2.8


Iliad 2.7: καί μιν φωνήσας ἔπεα πτερόεντα προσῆυδᾱ :


Iliad 2.8: βάσκ’, ἴ̈θι οὖλε ὄνειρε θοὰς ἐπι νῆας Ἀχαιῶν .

Commented on by msAint 2.15, msA 2.9, msAextra 2.1


Iliad 2.9: ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο .


Iliad 2.10: πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω:

Commented on by msAil 2.17, msAim 2.12


Other texts (28 passages)


Scholia group: msA

msA 1.1494: δαίνυντ’ οὐδέ τι θυμὸς βραχὺ διασταλτέον κατὰ τὸ τελ τοῦ στίχου καὶ ἐν τῷ ἑξῆς κοινὸν εἶναι τὸ ἐδευετο⁑

Comments on 1.602


msA 1.1496: οἱ μὲν κακκείοντες ἔβαν ὅτι οἱ θεοὶ καὶ οἱ ανοι κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται: πρῶτος δὲ Ὅμηρος ἔδωκε τοῖς ἀπο τῶν μαθητῶν εἰρηκὼς ἕκαστον τῶν θεῶν ἴδιον οἶκον ἔχειν⁑

Comments on 1.606


msA 1.1497: ἀμφιγυήεις ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος διότι τὰ εἰς ης λήγοντα ἀρσενικὰ δια τοῦ εντος κλίνεται: οἷον τολμήεις τολμήεντος τελήεις τελήεντος : οὕτως ἀμφιγυήεις ἀμφιγυήεντος ⁑

Comments on 1.607


msA 1.1500: ἔνθα καθεῦδ’ ἀναβὰς ὅτι Ζηνοδοτος γράφει ἔνθ’ ἐκάθευδ’ ἀναβάς τὸ δε καθεῦδε προπερισπᾶται: ὅτι τὰ ἀπο φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατα τοὺς παρῳχημένους χρόνους ἐν οριστικοῖς ἀπαθῆ ὄντα φυλάσσει τὸν τόνον ἐν τῇ συνθέσει: εἶχον κατεῖχον, ὅθεν εἰ εὗδε δ’ ἀνακλιθεὶς , δηλονότι καθευδεν ὁμοτόνως ὀφείλομεν προφέρεσθ ⁑

Comments on 1.611


msA 1.1501: χρυσόθρονος επειδὴ τὰ προς τῷ αἰθέρι μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυρώδη ἐισίν ὁ γὰρ ποιητὴς ἀλληγορῶν τὸν χρυσὸν λαμβάνει ἐπι τοῦ πυρός⁑

Comments on 1.611


Scholia group: msAint

msAint 1.1503: Ἀρισταρχος τὸ ῇχι χω τοῦ ϊ γράφει καὶ Διονύσιος παρατίθεται δὲ ὁ Διονυσιος τοὺς Δωριεῖς λέγοντας ᾶχι⁑

Comments on 1.607


Scholia group: msAil

msAil 1.1504: περίφρασις

Comments on 1.605


msAil 1.1505: ενθα όπου

Comments on 1.607


msAil 1.1506: ἀμφοτέροις τοῖς γύοις ὁ έστι τοῖς ποσυὶ χωλός⁑

Comments on 1.607


msAil 1.1507: εμπείροις

Comments on 1.608


msAil 1.1508: φρεσὶ διανοίαις

Comments on 1.608


Scholia group: msAextra

msAextra 2.1: β ΐθι ουλ ⁑ τυρ α ννί ω ν ὑφεν ως ἄπιθι: παραιτητέον δὲ τὰ γὰρ εις μῖ λήγοντα μετα προθεσεως φιλεῖ συντίθεσθαι μετ άλλων δὲ λέξεων οὐκέτι καὶ πάλιν τα δια τοῦ κ παραχθέντα κατ αρχην ου θέλει συντίθεσθαι καὶ ἄμεινον ταυτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ ἔλθοι καὶ ΐκοιτο καὶ ἡρῳδιανος μεν φησὶ τὸ ίθι ἐνεστῶτα νῦν ἐπαφρόδιτος δε αορίστον ὡς έφατ’ ἔκ τ’ὀνόμαζε δύναται δὲ καὶ ἴθι ἐπίρρημα παρακελεύσεως ὡς ἴθι ἐκκάλυψον ὡς ίδω τὸ πᾶν κακ ὄν : στικτέον δὲ κατα τὸ τέλος τοῦ στίχου περίοδον γὰρ αὐτοτελ ἔχει καὶ τὸ πρέπον τῆς ἐγκελεύσεως δια τοῦ ἀσυνδέτου φαίνεται ⁑

Comments on 2.8


Scholia group: msA

msA 2.1: ἄλλοι μέν ῥα ὅτι ζηνοδ γράφει ὦλλοι ὁ δὲ ποιητὴς ἀσυνάρθρως ἐκφέρει: διδάσκει δὲ ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νύξ τούς τε ἄρχοντας οὓς παννυχίζειν δεῖ καὶ παντὶ τρόπω τὰς ὑποσχέσεις πληροῦν:

Comments on 2.1


msA 2.2: παννύχιοι πῶς εν τῆ εἰπὼν τὸν δία καθεύδειν: νῦν φησὶ δία δ’ οὐκ έχε, νήδυμος ὕπνος: λεγομεν δὲ ἡμεῖς ὅτι ἐκαθευδε μὲν ἀλλ’ ἐπ ολίγον ἐκαθεύδησεν καὶ οὐ δια πάσης τῆς νυκτὸς ὡς οἱ ἄλλοι μεριμνῶν⁑

Comments on 2.2


msA 2.3: εὖδον παννύχιοι ὅτι τὸ νήδυμος μετα τοῦ ν καὶ οὐχὶ ἥδυμος ὡς ἔννιοι παρα τὸ ἡδύς ὡς δηλον εκ τοῦ νήδυμος ἀμφιχυθείς : οἱ δὲ μεθ’ Ὅμηρον καὶ χω τοῦ ν λέγουσι: καὶ Ἀντίμαχος : ἐπεί’ ῥά οι ἥδυμος ἐλθών καὶ Σιμωνίδης . οὗτος δέ τοι ἥδυμον ὕπνον ἔχων . ἵσως οὖν ἐνόμισαν ἀπο τοῦ ἡδὺς εἶναι παράγωγον τὸ ἥδυμος ὡς ἔτυμος ἐτήτυμος ὁ δὲ ποιητὴς ἐπι τοῦ ἀνεκδύτου τίθησι τὴν λέξιν. καὶ δῆλον ὅτι παρὰ τὸ : δύω ἢ δύνω ἐξεπίπτε ῥηματικὸν τὸ δυμος καὶ κατα στερήσιν τοῦ νη ὁ νήδυμος ἐγίνετο: ὅθεν καὶ οἱ δίδυμοι δύο εκ μιᾶς καταδυσεως τῆς γαστρός καὶ οὐ παρὰ το ἡδύς : λέξις γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη οἱ δὲ ὃν οὐ δυνατὸν ἀποδύσασθαι ἠ ὁ βαθὺς παρὰ τὴν νηδύν ἢ ὁ ἀνώδυνος⁑

Comments on 2.2


msA 2.4: τιμήσῃ: ὀλέσει δὲ ὅτι Ζηνοδοτος γράφει πολὺς μόνα δὲ τὰ εἰς υς μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἠ συστολὴν ἑνικὰ καὶ πληθυντικὰ γίνεσθαι. οἷον βότρυς ι βότρυς⁑

Comments on 2.4


msA 2.5: τιμήσει. τοῦτο εὐκτικόν τὸ δὲ ἑξῆς ὑποτακτικόν ὡς τὸ χόλον τελέσει Ἀγαμέμνων στικτέον δὲ ἐν τῷ νηυσὶ μόνους γὰρ τούτους ἀνελεῖν ἤθελεν, διό φησιν ὑπερ αῖς ἀν Ἀχαιοὶ φέρτεροι ἦσαν ὥστε διωχθῆναι μέχρι νηῶν⁑

Comments on 2.4


msA 2.6: ἧδε δέ οι κατα θυμον: πολλὰ προσκεψαμενος ταύτην εὗρε χρειώδη βουλήν ἔστι δὲ ὡς τὸ ἕτερος δέ με θυμὸς ἀνηκεν , αἱ δευτεραι φροντίδες σοφώτεραι ⁑

Comments on 2.5


msA 2.8: οὖλον ὄνειρον: δηλοὶ ἡ λεξις καὶ τὸν προσηνῆ καὶ τὸν ὁλόκληρον ὡς ἐν ὀδυσσείᾳ φησὶν οὗλον ἄρτον ἑλών: δηλοὶ δὲ καὶ τὴν τῶν τριχῶν διαστροφήν: οὖλον δὲ ὄνειρον οὐκ αυτὸν ὀλέθριον ὄντα ἀλλα τὸν ἐπ’ ὀλέθρω πεμπόμενον, ἢ οὖλον τὸν ὑγιῆ ὥσπερ λέγεται οὐλὴ τραύματος: σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγιαινε οὔλε τε καὶ μέγα χαίρεται. θεοὶ δέ τε ὄλβια δοῖεν ⁑

Comments on 2.6


msA 2.9: βασκ’ ἴθι: στικτέον κατα τὸ τελος περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος ἔχει καὶ τὸ πρέπον τῆς ἐγκελευσεως δια τοῦ ἀσυνδέτου φαίνεται⁑

Comments on 2.8


Scholia group: msAim

msAim 2.10: απο κοινοῦ τὸ παννύχιοι⁑

Comments on 2.1-2.2


msAim 2.11: βραχὺ διασταλτέον κατα τὸ τέλος μέρος γὰρ κατα τὸ επιφερόμε τῆς περιοδου⁑

Comments on 2.5


msAim 2.12: ὅτι απαρεμφάτῳ χρηται αντι προστακτικοῦ αγορευεμεν αντι τοῦ ἀγόρευε ⁑

Comments on 2.10


Scholia group: msAint

msAint 2.13: βραχὺ διασταλτέον μὲτὰ τὸ φρένα καὶ τιμήσει ⁑

Comments on 2.3-2.4


msAint 2.14: ὅτι οὐ τὸν μαλακόν ἀλλα τὸν ὀλέθριον, πέμπεται γὰρ ἐπ απίστῳ καὶ κακῶ⁑

Comments on 2.6


msAint 2.15: ὅτι παραλήλως βάσκε καὶ ἴθι ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις⁑

Comments on 2.8


Scholia group: msAil

msAil 2.16: ὡς αχέας

Comments on 2.4


msAil 2.17: προστάσσω

Comments on 2.10


previousnext
msA 23vmsA 24v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1