Venetus A (Marciana 454 = 822), folio 250, verso

previousnext
msA 250rmsA 251r

Iliad text (24 lines)


Iliad 18.580: ταῦρον ἐρύγμηλον ἐχέτην: ὃ δὲ μακρὰ μεμυκὼς

Commented on by msA 18.210


Iliad 18.581: ἕλκετο. τὸν δὲ κύνες μετεκΐαθον ἠδ’ αἰζηοί:

Commented on by msA 18.211


Iliad 18.582: τὼ μὲν ἀναρήξαντε βοὸς μεγάλοιο βοείην.


Iliad 18.583: ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον: οἳ δὲ νομῆες

Commented on by msA 18.212


Iliad 18.584: αυτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.

Commented on by msA 18.213


Iliad 18.585: οἱ δ’ ήτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων:


Iliad 18.586: ἱ̈στάμενοι δὲ μάλ’ ἐγγὺς. ὑλάκτεον: ἔκ τ’ ἀλέοντο:


Iliad 18.587: ὲν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις


Iliad 18.588: ἐν καλῇ βήσσῃ μέγαν. οἰῶν ἀργεννάων:


Iliad 18.589: σταθμούς τε. κλισίας τε κατηρεφέας. ἰδὲ σηκούς:

Commented on by msA 18.207, msAim 18.69


Iliad 18.590: ὲν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυεις

Commented on by msAint 18.52, msA 18.214


Iliad 18.591: τῷ ΐκελον. οἷόν ποτ’ ἐνι Κνωσῷ εὐρείῃ

Commented on by msA 18.215


Iliad 18.592: Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ :

Commented on by msAim 18.70


Iliad 18.593: ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι

Commented on by msA 18.216


Iliad 18.594: ὀρχεῦντ’, ἀλλήλων ἐπι καρπῷ χεῖρας ἔχοντες:

Commented on by msAint 18.53


Iliad 18.595: τῶν δ’ αἱ μὲν λεπτὰς ὀθόνας ἔχον. οἱ δὲ χιτῶνας

Commented on by msA 18.207a, msAim 18.71


Iliad 18.596: εἵατ’ ἐϋννήτους. ῆκα, στίλβοντας ἐλαίῳ:

Commented on by msAint 18.54


Iliad 18.597: καί ῥ’ αἱ μὲν καλὰς στεφάνας ἔχον. οἱ δὲ μαχαίρας

Commented on by msA 18.208


Iliad 18.598: εἶχον χρυσείας. ἐξ ἀργυρέων τελαμώνων:


Iliad 18.599: οἱ δ’ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι


Iliad 18.600: ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν άρμενον ἐν παλάμῃσιν

Commented on by msA 18.209


Iliad 18.601: ἑζόμενος κεραμεὺς πειρήσεται. αἴ κε θέῃσιν:

Commented on by msAim 18.72


Iliad 18.602: ἀλλότε δ’ αῦ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.

Commented on by msAext 18.10


Iliad 18.603: πολλὸς δ’ ἱ̈μερόεντα χορὸν περιΐσταθ’ ὅμιλος


Other texts (24 passages)


Scholia group: msAext

msAext 18.10: ἄλλοτε δ’

Comments on 18.602


Scholia group: msAint

msAint 18.52: τὸν τόπον χορὸν εἴρηκε οὐ το σύστημ τῶν χωρευοντ ⁚

Comments on 18.590


msAint 18.53: κατ επικράτειαν τοῦ αρσενικος :⁚

Comments on 18.594


msAint 18.54: ἐλλειπ τὸ ὡς ⁑

Comments on 18.596


Scholia group: msAil

msAil 18.36: κόσμον γυναικας⁚

Comments on 18.597@στεφάνας


msAil 18.37: ἐπιστήμοσιν⁚

Comments on 18.599@ἐπισταμένοισι


msAil 18.38: επ ευθείας:

Comments on 18.602@στίχας


Scholia group: msAim

msAim 18.69: οτ σταθμούς τὰς κατ αγρον βοοστάσεις ⁑

Comments on 18.589


msAim 18.70: παρα Ζηνοδ Αριηδῃ

Comments on 18.592


msAim 18.71: ἐν ἄλλῳ καλὰς οθόνας ⁑⁑

Comments on 18.595


msAim 18.72: κυλῖσῃ ἀποπειρήσηται ⁑

Comments on 18.601


msAim 18.73: οτ πρὸς τὸ σημαινομε ἀπήντηκεν ὅμιλος τερπόμενοι ⁑

Comments on 18.603-18.604_605


msAim 18.74: οἱ μετα κυβιστησεως ορχούμενοι

Comments on 18.604_605


Scholia group: msA

msA 18.207: ‡ σταθμούς τε κλισίας τε⁚ τὰς κατ αγροὺς στάσεις τῶν θρεμμάτων ἐνθά κεν ᾧ παρα σταθμῶ ρυτῆρα γενέσθαι καὶ παρα σταθμὸν μεγάροιο : κλισίας δὲ τὰς τῶν ποιμένων οικίας καὶ σηκοὺς ἔνθα κοιμῶνται τὰ θρέμματα:

Comments on 18.589


msA 18.207a: τῶν δ’ ἐμὲν λεπτὰς ὁθόνας ⁚ ὁθωνας ἐνδυτηρίους τόπος παρα τὸ εσθος εσθόνη τίς οῦσα. ἡ διπλῆ δὲ ὅτι συνήθως προς τὸ δεύτερον πρότερον ἀπήντηκεν⁚

Comments on 18.595


msA 18.208: καί ρ’ αἱ μὲν: ἀθετοῦνται οἱ δύο ὅτι οὐδέποτε μάχαιραν εῖπε τὸ ξίφος. ἄλλως τε καὶ οὐ πρέπον χορεύοντας μαχαίρας ἔχειν: οὔτοι δε οὐδὲ παρα Ἀριστοφάνει ῆσαν ⁑

Comments on 18.597


msA 18.209: ὡς ὅτε τίς τροχὸν άρμενον: δια τῆς τοῦ τρόχου παραβολῆς ἐγκύκλιον αὐτῶν τὴν πορειαν ὑφιστᾶ, ἄρμενον δὲ εὐ ηρμοσμένον πάντοθεν ⁑

Comments on 18.600


msA 18.210: ταῦρον ἐρύγμηλον ὡς βέβηλον τὰ γὰρ δια τοῦ ἥλου ὑπερ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει κάμηλος καὶ φάσηλος Στύμφηλον ἔχει θηλυκοῦ σιγηλός υψηλός ἀπατηλός : μὴ ούτως δὲ ἔχοντα βαρύνεσθαι βέβηλος κίβδηλος κάπηλος : εἰ δὴ καὶ τὸ ερυγμηλος οὐκ έχει θηλυκον δηλονότι ὓγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτῷ Τυραννίων ὀξύνει: ἐγένετο δὲ παρα τὸ ἐρύγω ἔνθεν παρατατικὸς ἤρυγεν ἑλκόμενος Ἔλικι : ἐρυγηλος . καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρυγμηλος ⁑

Comments on 18.580


msA 18.211: ἕλκετο τὸν δὲ κύνες, παρα Ζηνοδοτ τοὺς δὲ κύνες μετεκίαθον τοὺς λέοντας τὸ δὲ ἕλκετο χωρὶς τοῦ ϊ ⁑

Comments on 18.581


msA 18.212: ἔγκατα καὶ μέλαν αἷμα⁚ ὅτι χρόνος ήλλακται: τὸ γὰρ λαφύσσετον λαφύσσουσιν, παρείληπται ὅμοιον τῷ λαοῦ ἀποτμήξαντε διώκετον ⁑

Comments on 18.583


msA 18.213: αὔτως ἐνδίεσαν⁚ ὅτι Ζηνoδοτ γράφει ουτ οὐ νοήσας ὅτι τὸ αύτως ἐστι κενῶς καὶ προς οὐδὲν, δια τὸ είδωλα εῖναι: τὸ δε ἐνδίεσαν παρα τὸ δίεσθαι ὅ εστι διώκεσθαι σημαινει δὲ τὸ ἐπώτρυνον εἴρηται δὲ ὅτι κλισις ἐστι τοῦ δίημι τὸ ἐνδίησαν καὶ οὐ προσεκτέον τῷ Ἀσκαλωνιτ δασύνοντι τὼ ϊ καὶ πλεονασμὸν τοῦ ϊ δεχομένῳ ⁑

Comments on 18.584


msA 18.214: εν δε χορὸν ποίκιλλε⁚ ἐγκατεσκευασεν δὲ ἐπιμελῶς ὁ Ηφαιστος καὶ χορὸν ὁμοίαν τάξιν έχοντα χορευόντων τὸ ὑπο Δαιάλου τοῦ μηχανικοῦ κατασκευασθέντι Ἀριάδνῃ ἐν Κνώσσῳ πο τῆς Κρήτης ἱστόρηται γὰρ ὅτι Θησέα παραγενόμενον ἐξ Αφιδνῶν εἰς τὰς Ἀθήνας νεωστὶ καταλαβόντα δὲ τὸν δασμὸν οι Αθηναίοι τοῦτον ἐπι τῷ δεδολοφονηκέναι Ἀνδρόγεον τὸν παιδ Μίνωος αγωνιζόμενον καὶ νικῶντα παρ αυτοῖς τὰ Παναθήναια. ἑκοντ οὖν φασὶν αὐτὸν συγκαταλέξαι τοῖς ἀπιοῦσι καὶ γενόμενον εἰς Κρητην ἡδέως ὀφθῆναι φασὶν ὑπο Ἀρίαδνης τῆς τοῦ Μίνως θυγατρὸς καὶ δια τουτ τέχνη Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε μιτῷ ἀγαθίδα ἔδωκε Δαίδαλος τῇ Ἀρίαδνῃ εἰπὼν δοῦναι τῷ Θησεῖ ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς αγαθίδος ουτ ἀνελὼν αὐτὴν εἰσέλθοι εἴς τὸν λαβύρινθον καὶ περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥαδίαν καὶ εὑρετὸν αὐτῷ τὴν ἔξοδον τοῦ λαβυρῖνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος τὰς εἰσόδους ἐξελθὼν δὲ μετα τὸ νικῆσαι ὁ Θησεὺς μετα τῶν ηϊθεων καὶ παρθένων χορὸν τοιουτον ἔπλεκε ἐν κύκλῳ τοῖς θεοῖς ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ εγεγόνει τῆς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν ⁑

Comments on 18.590


msA 18.215: τῷ ΐκελον διασταλτέον μετα τὸ εἴκελον τὸ δὲ εξῆς δασεως ἀναγνωστεον ὥσπερ ἡ τριβὴ ἔχει τούτῳ γὰρ παραπλήσιον φησι τὸν Ἡφαιστον πεποιηκέναι: οἷον Δαίδαλος ἐν Κνωσῷ Ἀριαδνῃ κατεκευασεν . ὑπολαβόντες δέ τινες δύσφημον εἶναι, μᾶλλον δὲ ἀπρεπὲς Ἥφαιστον μιμητὴν γίνεσθαι τῶν Δαιδαλου εργων καὶ λέγεσθαι τουτ ὑπο Ὁμηρου μᾶλλον γὰρ ἂν ηύξησε τὸ εργον ἡ περὶ Δαιδαλου διαλεγόμενος ἔλεγεν ουτ αὐτὸν πεποιηκέναι ὡς Ἥφαιστος ἐποίει δια τουτ ἀφ ετέρας ἀρχῆς ἀξιοῦσιν ἀναγινώσκειν τῷ ΐκελον. οἷον ποτὲ ἐνι Κνωσῷ καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵν ᾖ ὁ λόγος τουτ παραπλσιον μόνον ἐν Κνωσῷ ποτὲ Δαίδαλος ἐποίησεν Ἀριάδνῃ . καὶ οιήσεταί τις τουτ μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θύ εἴ γε μόνον παρ’ ἀνοις ἓν παραπλησιον ἐγένετο καὶ τοῦ δ’ ὑπο Δαιδαλου τοῦ διαβοήτου: γελοιως δὲ εχει ἡ ἐπίνοια οὔτε γὰρ ἀπρεπὲς τὸν θν ανου μιμητὴν γενέσθαι μαλλον δὲ καὶ πρεπωδεστερα τὰ έργα ἀπο τῶν ἀρχαιοτέρων γίνεσθαι καὶ μάλιστα ὅτ ἂν ᾖ ἐπιτετευγμένα: ἄλλως τε οὐδε ὁ ποιητὴς τουτ λέγει: ἀλλ ἁπλῶς ταυτ ὅμοια εῖναι οὐ τὸ ἕτερον τοῦ ετου μίμημα: εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην ἀσεβῆ δόξουσιν εῖναι: ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον ὅτι ἀπο τῶν ἐν όψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς παραδείγμασι χρώμενοι: Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς ἴδεν πώποτε Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι καὶ ταχα ὅμοιόν τι εἶχεν ἡ κατασκευὴ ὅτι ἐξ ήθεον καὶ παρθ ἢ ὅτι ὀθόνας εἶχον καὶ στεφανας ⁑

Comments on 18.591


msA 18.216: ἀμφεσίβοιαι ἔντιμοι καὶ δια τὴν ευμορφίαν βόας εὑρίσκουσαι ἕδν θρέμματ γὰρ τὸ παλαιὸν ἐδίδοτ προ γαμων δῶρα. ὠνόμασται δὲ ἀπο μέρους ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες . ἄλφειν γὰρ τὸ εὑρίσκειν καὶ ἄλφη ἡ τιμή καὶ ἄλφα τὸ στοιχ ὅτι εὑρεθ προ τῶν αλλων ⁑

Comments on 18.593


previousnext
msA 250rmsA 251r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1