Venetus A (Marciana 454 = 822), folio 253, recto

previousnext
msA 252vmsA 253v

Iliad text (25 lines)


Iliad 19.76: τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

Commented on by msA 19.2015office9_1


Iliad 19.77: αὐτόθεν ἐξ έδρης, οὐδ’ ἐν μέσσοισιν ἀναστάς:

Commented on by msA 19.2015office9_2


Iliad 19.78: ὦ φίλοι, ἥρωες Δαναοὶ . θεράποντες Ἄρηος .


Iliad 19.79: ἑσταότος μὲν καλὸν ἀκούειν. οὐδὲ ἔοικεν

Commented on by msAint 19.2015office9_1, msA 19.2015office9_3


Iliad 19.80: ὐββάλλειν : χαλεπὸν γὰρ. ἐπιστάμενόν περ ἐόντα:

Commented on by msAint 19.2015office9_2, msA 19.2015office9_4


Iliad 19.81: ἀνδρων δ’ ἐν πολλῷ ὁμάδῳ. πῶς κέν τις ἀκοῦσαι.


Iliad 19.82: ἢ εἴποι: βλάβεται δὲ. λιγύς περ ἐὼν ἀγορητής:


Iliad 19.83: Πηλείδῃ μὲν ἐγὼ ἐνδείξομαι: αὐτὰρ οἱ ἄλλοι

Commented on by msA 19.2015office9_14


Iliad 19.84: σύνθεσθ’ Ἀργεῖοι : μῦθόν τ’ εὖ γνῶτε ἕκαστος:

Commented on by msAint 19.2015office9_3


Iliad 19.85: πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον.

Commented on by msA 19.2015office9_6


Iliad 19.86: καί τέ με. νεικείεσκον: ἐγὼ δ’ οὐκ αἴτιός εἰμι:

Commented on by msAint 19.2015office9_4


Iliad 19.87: ἀλλὰ Ζεὺς . καὶ Μοῖρα : καὶ ἠεροφοῖτις Ἐρινύς:

Commented on by msA 19.2015office9_7


Iliad 19.88: οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν έμβαλον ἄγριον ἄτην,


Iliad 19.89: ἤματι τῷ, ὅτ’ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων:


Iliad 19.90: ἀλλὰ τί κεν ῥέξαιμι: θεὸς διὰ πάντα τελευτᾷ:

Commented on by msA 19.2015office9_9


Iliad 19.91: πρέσβα Διὸς θυγάτηρ Ἄτη . ἣ πάντας ἀᾶται.


Iliad 19.92: οὐλομένη: τῇ μέν θ’ ἁπαλοὶ πόδες: οὐ γὰρ ἐπ’ ούδει

Commented on by msAint 19.2015office9_5


Iliad 19.93: πίλναται. ἀλλ’ ἄρα ἥ γε κατ’ ἀνδρῶν κράατα βαίνει.


Iliad 19.94: βλάπτουσ’ ἀνθρώπους. κατὰ δ’ οὖν ἕτερόν γ’ ἐπέδησε:

Commented on by msA 19.2015office9_10


Iliad 19.95: καὶ γὰρ δή νύ̆ ποτε Ζῆν’ ἄσατο. τόν περ ἄριστον.

Commented on by msAint 19.2015office9_6, msA 19.2015office9_11


Iliad 19.96: ἀνδρῶν ἠδὲ θεῶν φὰσ’ ἔμμεναι⁚ ἀλλ’ ἄρα καὶ τὸν

Commented on by msA 19.2015office9_12


Iliad 19.97: Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,

Commented on by msA 19.2015office9_13


Iliad 19.98: ἤματι τῷ, ὅτ’ ἔμελλε βίην Ἡρακληείην


Iliad 19.99: Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ :


Iliad 19.100: ἤτοι ὅ γ’ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι:

Commented on by msAint 19.2015office9_7


Other texts (21 passages)


Scholia group: msAint

msAint 19.2015office9_1: ουτ Ἀρίσταρχ ἄλλοι δὲ ἀκουέμεν ⁚

Comments on 19.79


msAint 19.2015office9_2: Αρισταρχ ἐπισταμένῳ περ εόντι ⁚

Comments on 19.80


msAint 19.2015office9_3: κρίνατε δοκιμάσατ ⁚

Comments on 19.84


msAint 19.2015office9_4: παρα Αριστοφα καὶ τῇ Χίᾳ νεικίουσιν ⁑

Comments on 19.86


msAint 19.2015office9_5: ουτ Ἀρισταρχ , ἄλλοι δὲ τῆς μεν θ’ ἁπαλοί

Comments on 19.92


msAint 19.2015office9_6: Ἀριστχ Ζεὺς άσατο ⁑

Comments on 19.95


msAint 19.2015office9_7: οτ τὸ εὐχόμενος σαφῶς εστ αὐχώμενος παρὰ τὸ αὐχεῖν ⁑

Comments on 19.100


Scholia group: msA

msA 19.2015office9_1: τοῖσι δὲ καὶ μετέειπ ἄναξ ἀνδρω αγαμε : ἀυτοθ ἐξ έδρης, ὅ δ’ ἐν μέσσοισι ἀναστάς. ουτ καὶ παρα ἀριστοφα ἐν δε τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ τοῖσι δ’ ἀνισταμε μετέφη κρείων αγαμε : μῆνιν ἀναστενάχων καὶ ὑφ έλκεος ἄλγεα πάσχων . οὕτως ὁ δίδυμοσ ⁑

Comments on 19.76


msA 19.2015office9_2: αὐτόθεν ἐξ έδρης. ὅτι ζηνοδ τοῦτον μὲν οὐκ έγραφεν τὸν δὲ προ αυτοῦ μόνον οὕτως, τοῖσι δ’ ἀνιστα μετεφη κρείων αγαμε : ὁ δε αγαμεμνων οὐκ ορθῶς δημηγορεῖ δια τὴν τοῦ τραύματος ἀλγηδόνα διὸ επιφέρει ὑποτιμώμενος, καλὸν μεν εστιν ἑστῶτα δημηγορεῖν ὡς δῆλον ὅτι καθήμενος⁑

Comments on 19.77


msA 19.2015office9_3: εσταότος μὲν καλὸν ἀκούειν: καλῶς ἔχει τοῦ εστῶτος καὶ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν μηδ’ ἐμποδίζειν τουτ γὰρ δηλοῖ τὸ ὑβάλλειν χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῆ εἰπεῖν. τοῦτο ἀγνοήσας ἀρίσταρχος καὶ οιηθεῖς παραίτησιν τινα ἐκ τοῦ αγαμεμνονος γίνεσθαι παρενέθηκε τὸ αὐτόθι εξ έδρης : πρῶτον μὲν οὖν τί ἂν καθέζοιντο τὸν αγκῶνα τετρωμένος ἔπειτα οὕτως ἔρρωται ὥστε ολίγον ὕστερον κάπρον ἀποσφάττειν: ουτ ὁ κοτιαεύς ⁑

Comments on 19.79


msA 19.2015office9_4: ὑββάλειν . ὅτι τὸ ὑβάλλειν ἐστὶν υπβάλλειν χαλεπόν ἐστι ἑτέρῳ ὑποβάλλειν τὸν λόγον ὃν αὐτὸς τίς εἰπεῖν βούλεται καν ὅτι μάλιστα ἐπιτιμου τίς ἦν τὸ δὲ ὑβάλλειν ψιλωτεον ἔστι γὰρ Αιολικηόν ὡς φησιν Ηρῳδιανὸς ἐν τῷ τῆς ⁑

Comments on 19.80


msA 19.2015office9_5: ἀνδρῶν δ’ ἐν πολλῷ. ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ οὕτως χρώμενος τὸ γὰρ λεγόμενον τοιοῦτον εῖναι εν δὲ πολλῶν ανδρῶν ὁμίλῳ πῶς ἄν τις ουτ χρώμενος ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν ουτ Δίδυμος τὸ ἀκούσαι παροξυτονητέον ἔστι γὰρ εὐκτικόν ⁑

Comments on 19.81-19.82


msA 19.2015office9_6: πολλάκι δή μοι σημειοῦνται τινὲς ὡς ὰν λεγόντων τινῶν ὅτι ηδίκησεν ἀφελόμενος τὴν Βρισηιδ ⁑

Comments on 19.85


msA 19.2015office9_7: ηεροφοῖτις προπερισπαστ ὁμοιως τὸ προθῆβις καὶ πολίτης : πιστέον δὲ μᾶλλον τοῖς παρα τὸν αερα ἐκδεξαμένοις τὴν συνθ γεγονέναι ἐπεὶ ἀοράτως φοιτᾷ ἀέρα γὰρ λε τὸ σκοτεινὸν κατάστημα ηέρι γὰρ κατέχοντο καὶ ἀὴρ γὰρ παρα νηυσὶ βαθεί ην ⁑

Comments on 19.87


msA 19.2015office9_8: ἀλλα τί κεν ῥέξαιμι⁚ ἔξω του ν αἱ Ἀρισταρχ ἀλλα τί κε ῥέξαιμι γράφεται δὲ κατ ενια θεοὺς δια παντ τελευτα δια τοὺς θεοὺς τέλος παντ λαμβάνει. ἐν δε τίσι θεους δια παντ τέτυκται : στικτεον δὲ ἐπι τὸ ῥέξαιμι : καλῶς δὲ εχει καὶ κατ τὸ τελος τοῦ στίχου στίζειν ἵνα ουτ μὲν ὁ λόγος καθολικὸς ᾖ θεὸς πάντων τὸ τέλος ἔχει: τὰ δὲ ἑξῆς ἀπ αλλης ἀρχῆς ἵνα λειπ τὸ ἐστι ῥῆμα ὁ δε λόγος Διὸς θυγάτηρ ἐστιν Άτη ἐξ οῦ τὸ θεῖον καὶ τὸ ϊσχυρὸν παρίστησιν ὡς μὲν γὰρ ἀτριβὴ συνάπτει ψεῦδος εῖναι μοι δοκεῖ οὐ γὰρ πάντων ἡ Άτη τὸ τελος ἔχει ὥσπερ οὐδε τῶν ἀγαθῶν ⁑

Comments on 19.90-19.91


msA 19.2015office9_9: θεὸς δια παντ τελευτ ὁ μὲν Ἀσκαλωντ περισσὴν ἡγεῖται τὴν δια προθ εῖναι τὸ γὰρ εξῆς θεὸς πάντα τελευτᾶ. Δίδυμος δὲ ἡγεῖτο σημαντικὴν αυτὴν εῖναι τοῦ διόλου καὶ μὴ παρέλκειν ὥσπερ ἐπι τοῦ δι’ ηλΐτης ὁ δι ὁλου ἁμαρτάνων οὐ προσεκτεον δὲ τοῖς ὑφ εν ἀνεγνωκῶσιν ⁑

Comments on 19.90


msA 19.2015office9_10: βλάπτουσ’ ἀνους ἀθετεῖται ὡς περισσὸς καὶ κακοσυνθτ τί γὰρ ἄλλο δύναται ποιεῖν ἡ Ἄτη ἢ βλάπτειν οὐχ ὑγιῶς δὲ οὐδὲ τὸ ἕταιον τετακται: ἔδει γὰρ ἄλλον : βιάζονται δέ τινες τὸν Ἀγαμέμνονα λέγειν ἐφ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως καθολικὸς δε ἐστιν ὁ λόγος, κοινότερον γοῦν εἰπὼν ἐπι τὸν ἡγεμονικώτατον Δία ἀνῆλθεν καὶ ὅλως παρῴδηται ἐκ τῶν Λιτῶν βλάπτουσ’ ἀνους αἱ δ’ ἐξακέονται οπίσσω ⁑

Comments on 19.94


msA 19.2015office9_11: καὶ γὰρ δήν ὕπο τε Ζεύς ασατο⁚ ουτ ἐν ἁπάσαις Ζεῦς άσατο καὶ ἔστι ποιητικώτερον. ἐν δέ τισι τῶν εἰκαιοτέρων Ζῆν’ ἄσατο ⁑

Comments on 19.95


msA 19.2015office9_12: ἀνδρῶν ἠδὲ θεῶν⁚ παρα Ἀριστοφα ἀλλά νυ καὶ τόν , ἐν δε τῇ Χίᾳ φαμὲν ἔμμεναι ἠθικῶς ⁑

Comments on 19.96


msA 19.2015office9_13: Ἥρη θῆλυς. οτ ουτ σχηματίζει θῆλυς ὡς πῆχυς ἀφ οῦ πίπτει θήλεας ὡς πήχεας ⁑

Comments on 19.97


msA 19.2015office9_14: Πηλείδῃ μὲν ἐγῶν ἐν δείξομαι⁚ οἷον τὴν ἀπότασίν τῶν λόγων πρὸς Αχιλλε ποιήσομαι φανερῶς ἢ ἀπολογήσομαι. ἐζήτητο δὲ δι’ ἢν αἰτίαν οὐ χρῆται κήρυκος Ἀχιλλεὺς προς τὸ συγκαλέσαι τοὺς ὄχλους ῥητέον οὖν ὅτι ἐθος ἐστιν ἀρχαῖον αὐτῷ τοῦτο οὕτως γοῦν καὶ ἐν τῆ A ῥαψῳδίᾳ αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ: ἄλλως τε καὶ δια τὴν χαρὰν μετα σπουδῆς συνδεδραμήκασιν οὐδε τοὺς κήρυκας ἀναμείναντες ⁑

Comments on 19.83


previousnext
msA 252vmsA 253v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1