Venetus A (Marciana 454 = 822), folio 253, verso
previous | next |
---|---|
msA 253r | msA 254r |
Iliad text (25 lines)
Iliad 19.101: κέκλυτέ μευ πάντες τὲ θεοὶ πᾶσαί τε θέαιναι.
Iliad 19.102: ὄφρ’ εἴπω τά με θυμὸς ἐνι στήθεσσιν ἀνώγει.
Commented on by msAint 19.2015office10_1
Iliad 19.103: σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια :
Iliad 19.104: ἐκφανεῖ. ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει.
Iliad 19.105: τῶν ἀνδρῶν γενεῆς, οἵ θ’ αἵματος ἐξ ἐμεῦ εἰσι:
Commented on by msA 19.2015office10_1, msAim 19.2015office10_1
Iliad 19.106: τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη .
Iliad 19.107: ψευστήσεις: οὐδ’ αὖτε τέλος μύθω ἐπιθήσεις:
Commented on by msAim 19.2015office10_2
Iliad 19.108: εἰ δ’ άγε νῦν μοι όμοσσον Ὀλύμπιε κρατερὸν ὅρκον.
Commented on by msA 19.2015office10_2, msAim 19.2015office10_3
Iliad 19.109: ἡ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν.
Iliad 19.110: ὅς κεν ἐπ’ ἤματι τῷδε πέσῃ μετα ποσσὶ γυναικὸς.
Iliad 19.111: τῶν ἀνδρῶν, οἳ, σῆς ἐξ αἵματός εἰσι γενέθλης:
Commented on by msAint 19.2015office10_2
Iliad 19.112: ὡς ἔφατο. Ζεὺς δ’ οὔ τι δολοφροσύνην ἐνόησεν.
Iliad 19.113: ἀλλ’ όμοσεν μέγαν ὅρκον. ἔπειτα δὲ πολλὸν ἀάσθη:
Iliad 19.114: Ἥρη δ’ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο .
Commented on by msA 19.2015office10_3
Iliad 19.115: καρπαλίμως δ’ ΐκετ’ Ἄργος Ἀχαιϊκόν . ἔνθ’ ἄρα ᾔδη
Commented on by msA 19.2015office10_4
Iliad 19.116: ἰ̈φθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο .
Commented on by msA 19.2015office10_5
Iliad 19.117: ἡ δ εκύει φίλον υἱόν: ὃ δ έβδομος ἑστήκει μείς:
Commented on by msAint 19.2015office10_3, msA 19.2015office10_8, msAext 19.2015office10_1
Iliad 19.118: ἐκ δ’ ἄγαγε προ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα:
Commented on by msA 19.2015office10_6, msA 19.2015office10_7
Iliad 19.119: Ἀλκμήνης δ’ ἀπέπαυσε τόκον. σχέθε δ’ Εἰλειθυίας :
Commented on by msAim 19.2015office10_4
Iliad 19.120: αὐτὴ δ’ ἀγγελέουσα Δία Κρονίωνα προσηύδᾱ:
Commented on by msA 19.2015office10_9
Iliad 19.121: Ζεῦ πάτερ ἀργικέραυνε. ἔπος τί τοι ἐν φρεσὶ θήσω
Iliad 19.122: ἤδη ἀνὴρ γέγον’ ἐσθλὸς. ὃς Ἀργείοισιν ἀνάξει:
Iliad 19.123: Εὐρυσθεὺς , Σθενέλοιο πάϊς Περσηϊάδαο :
Iliad 19.124: σὸν γένος. οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν :
Commented on by msAint 19.2015office10_4
Iliad 19.125: ὡς φάτο, τὸν δ’ ἄχος ὀξὺ κατα φρένα τύψε βαθεῖαν:
Other texts (19 passages)
Scholia group: msAext
msAext 19.2015office10_1: η δ’ ἐκύει εἱστήκει
Comments on 19.117
Scholia group: msAint
msAint 19.2015office10_1: κελεύοι
Comments on 19.102
msAint 19.2015office10_2: τούτων τῶν ἀνδρῶν οἳ ἐκ τῆς σῆς σπορᾶς τὸ αῖμα ἔχουσιν ⁑
Comments on 19.111
msAint 19.2015office10_3: ἐν τ Χίᾳ μής ⁑
Comments on 19.117
msAint 19.2015office10_4: κατ ένια τῶν ἐκδόσεων ἀνθρώποισι ⁑
Comments on 19.124
Scholia group: msAim
msAim 19.2015office10_1: παρὰ Αριστοφ εξω τοῦ θ οἱ αίματος ⁑
Comments on 19.105
msAim 19.2015office10_2: ὡς κρατήσεις ⁚
Comments on 19.107
msAim 19.2015office10_3: ε αλλῳ αἱ δ’ άγε νῦν ⁑
Comments on 19.108
msAim 19.2015office10_4: οτ τὰς ὠδῖνας Εἰλειθυίας ἔφη ⁑
Comments on 19.119
Scholia group: msA
msA 19.2015office10_1: ‡ τῶν ἀνδρῶν γενεῆς⁚ ὅτι τὸ εξῆς ἐστιν οἷς τὸ αἷμα ἐξ εμοῦ ἐστιν οὐχι οἱ αίματος ἐξ εμοῦ εισιν ἐπεὶ κὰν ἡ σύναρθρος ἔκειτο ὅθεν καὶ ἑξῆς φησὶ τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματος εἰσὶν οἷς τὸ αἷμα ἐστιν ἐκ σοῦ ⁑
Comments on 19.105
msA 19.2015office10_2: εἰ δ’ άγε νῦν μοι όμοσσον δια τί ἡ Ήρα ὁμόσαι πρὸς τὸν Δία ἠ δῆλον ὡς οὐ ποιοῦντα ἃ ἂν φῇ εἰ δε τοῦτο δια τί οὐ κατανεῦσαι, ἀλλα καὶ ὀμόσαι ἠξίωσεν ὡς καὶ ψευδομένου ἀν μὴ ὁμόσῃ ὁ δὲ ποιητής φασιν ἀληθεύειν ὅτι κεν κεφαλῇ κατανεύσῃ , τὸ μὲν οὖν ὄλον μυθῶδες καὶ γὰρ οὐδ’ ἀφ ἑαυτοῦ ταῦτά φησὶν Ὅμηρος οὐδε γινόμενα εἰσάγει. ἀλλως διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται: ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ήραν ὁρκοῦσαν τὸν Δία πάντες γὰρ περι ῶν ἂν φοβῶνται μὴ ἄλλως ἀποβῆ: πολλυ τῷ ἀσφαλεῖ προέχειν πειρῶνται διὸ καὶ ἡ Ήρα ἅτε οὐ περι μικρῶν, ἀγωνιζομένη καὶ τὸν Δία ηδυῖα ὅτι εσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήσει τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν ουτ Ἀριστοτελης ⁑
Comments on 19.108
msA 19.2015office10_3: Ἥρη δ’ ἀΐξασα: πρὸς τὰ περὶ τοῦ Ολύμπου ἔδει δὲ λίπ’ οὐρανὸν ἀστερόεντ Ἀγαμεμνων γὰρ ὁ λέγων ⁑
Comments on 19.114
msA 19.2015office10_4: καρπαλίμως δ’ ΐκετ’. ὅτι τὴν Πελοπόννησον Ἄργος Ἀχαιϊκὸν λέγει τὴν Θεσσαλίαν Ἄργος Πελασγικόν ⁑
Comments on 19.115
msA 19.2015office10_5: ἰφθίμην ἅλοχον⁚ Δίδυμος παρατίθεται Φερεκύδην μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος : Ἀμφιβίαν , Ἡσίοδος δὲ Ἀντιβίαν τὴν Ἀμφιδάμαντος ἀποφαίνεται ⁑
Comments on 19.116
msA 19.2015office10_6: ἐκ δ’ ἄγαγε προ φόως δὲ: ὅτι νῦν ὑγιῶς γράφεται σὺν τῇ προθέσει προ φόως προ γὰρ τῶν μηνῶν τῶν καθικόντων ἐγεννηθη δι ὁ ἠλιτόμηνος. ὁ δὲ Ζηνόδοτος καὶ ἐπ άλλου οὕτως γράφει ⁑
Comments on 19.118
msA 19.2015office10_7: Ἀλκμήνης δ’ ἀπόπαυσε: Ζεὺς μιγεὶς Ἀλκμήνῃ τῇ Ἠλεκτρυόνος ὃν δὲ τρόπον εἴρηται ἐν τῇ Ξ ἔγκυον κατέστησε: μελλούσης δὲ τίκτειν ώμοσεν ἐν θεοῖς τὸν ἐκείνῃ τῇ ἡμέρα γεννηθέντα τῶν ἐξ αυτοῦ βασιλεύσειν: Ἥρα δὲ ζηλοτύπως διατεθεῖσα τὰς μὲν Ἀλκμήνης ὠδίνας ἐπεσχε Ἀντιβίαν δὲ, ἥν τινες Νικίππην εἶπον τὴν Σθενέλου γυναῖκα κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα τροφῆς μοῖραν ἔλαχεν: βασιλεύων δὲ Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέτασσεν οὓς τελειώσας κατ Ἀθηνας καὶ Ἀπολλώμενος ὑποθήκας ἀθανασίας μετέβαλεν. ἡ ϊστορια παρὰ Ἀριανῶ ⁑
Comments on 19.118
msA 19.2015office10_8: μείς⁚ μῆν Αἰολικῶς ὥσπερ δε ρεῖς ρείνός καὶ θεῖς θινὸς ουτως καὶ μεῖς μηνός κλθήσεται κατ τὴν ἀναλογίαν ⁑
Comments on 19.117
msA 19.2015office10_9: αὐτὴ δ’ ἀγγελέουσα⁚ ὅτι ἰδίως ἀγγελέουσα προσηύδα ἐχρῆν γὰρ ἀγγελέουσα ῆκεν καὶ προσηύδ : ⁑
Comments on 19.120
msA 19.2015office10_10: Εὐρυσθευς Σθενέλοιο πάϊς⁚ δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι ἵ̈ν’ ᾖ σχῆμα Εὐρυσθεὺς σὸν γένος : βέλτιον δὲ στίζειν Περσηϊάδαο καὶ καθ εαυτὸ λέγεσθαι τὸ σὸν γένος ἵνα λείπῃ τὸ ἐστιν ⁑
Comments on 19.123-19.124
previous | next |
---|---|
msA 253r | msA 254r |