Venetus A (Marciana 454 = 822), folio 254, recto
previous | next |
---|---|
msA 253v | msA 254v |
Iliad text (26 lines)
Iliad 19.126: αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο:
Iliad 19.127: χωόμενος φρεσὶν ᾗσι: καὶ ὤμοσε κρατερὸν ὅρκον
Iliad 19.128: μή ποτ’ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
Iliad 19.129: αὖτις ἐλεύσεσθ’ Ἄτην ἣ πάντας ἀᾶται.
Iliad 19.130: ὣς εἰπὼν ἔρριψεν ἀπ’ οὐρανοῦ ἀστερόεντος
Iliad 19.131: χειρὶ περιστρέψας: τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων.
Iliad 19.132: τὴν αἰεὶ στενάχεσχ’ ὅθ’ ἑὸν φίλον υἱὸν ὁρῷτο
Iliad 19.133: ἔργον ἀεικές ἔχοντα πρὸς Εὐρυσθῆος ἀέθλων
Iliad 19.134: ὣς καὶ ἐγὼν ὅτε δ’ αὖτε μέγας κορυθαίολος Ἕκτωρ
Iliad 19.135: Ἀργείους ὤλεσκεν ἐπὶ πρυμνῃσι νέεσσιν
Iliad 19.136: οὐ δυνάμην λελαθέσθαι Ἄτης ῇ πρῶτον ἀάσθην
Iliad 19.137: ἀλλ’ ἐπεὶ ἀασάμην: καί μευ φρένας ἐξείλετο Ζεύς ,
Iliad 19.138: ἂψ ἐθέλω ἀρέσαι: δόμεναί τ’ ἀπερείσι’ ἄποινα
Iliad 19.139: ἀλλ’ ὄρσευ πόλεμόν δε καὶ ἄλλους ὄρνιθι λαούς.
Iliad 19.140: δῶρα δ’ ἐγὼν ὅδε πάντα παρασχεῖν ὅσσα τοι ἐλθών
Iliad 19.141: χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς .
Iliad 19.142: εἰ δε ‘θέλεις ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος
Iliad 19.143: δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
Iliad 19.144: οἴσουσ’. ὄφρα ἴδηαι ὅ, τοι μενοεικέα δώσω:
Iliad 19.145: τόν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς .
Iliad 19.146: Ἀτρείδη κυδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον :
Iliad 19.147: δῶρα μὲν αἴ κ’ ἐθέλησθα παρασχέμεν ὡς ἐπιεικές
Iliad 19.148: ἤ τ’ ἐχέμεν παρὰ σοί⁚ νῦν δὲ μνησώμεθα χάρμης
Iliad 19.149: αἶψα μάλ’ οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ’ ἐόντας
Iliad 19.150: οὐδὲ διατρίβειν: ἔτι γὰρ μέγα ἔργον ἄρεκτον.
Iliad 19.151: ὥς κέ τις αὖτ’ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
previous | next |
---|---|
msA 253v | msA 254v |