Venetus A (Marciana 454 = 822), folio 254, verso
previous | next |
---|---|
msA 254r | msA 255r |
Iliad text (25 lines)
Iliad 19.152: ἔγχει χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας:
Iliad 19.153: ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω:
Iliad 19.154: τόν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς :
Iliad 19.155: μὴ δ’ οὕτως: ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ
Iliad 19.156: νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
Iliad 19.157: Τρωσὶ μαχησομένους: ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
Iliad 19.158: φύλοπις εὖτ’ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
Iliad 19.159: ἀνδρῶν ἐν δὲ θεὸς πνεύση μένος ἀμφοτέροισιν
Iliad 19.160: ἀλλὰ πάσασθαι ἄνωχθι: θοῇς ἐπὶ νηυσὶν Ἀχαιούς
Iliad 19.161: σίτου καὶ οἴνοιο: τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή:
Iliad 19.162: οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Iliad 19.163: ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι:
Iliad 19.164: εἴ περ γὰρ θυμῷ γε μενοινάα πολεμίζειν,
Iliad 19.165: ἀλλά τε λάθρη γυῖα βαρύνεται ἠδὲ κιχάνει
Iliad 19.166: δίψα τε καὶ λιμὸς: βλάβεται δέ τε γούνατ’ ἰόντι:
Iliad 19.167: ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
Iliad 19.168: ἀνδράσι δϋσμενέεσσι πανημέριος πολεμίζῃ.
Iliad 19.169: θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσὶν οὐδέ τι γυῖα
Iliad 19.170: πρὶν κάμνει: πρὶν πάντας ἐρωῆσαι πολέμοιο:
Iliad 19.171: ἀλλ’ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
Iliad 19.172: ὄπλεσθαι : τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀαμέμνων
Iliad 19.173: οἰσέτω ἐς μέσην ἀγορήν: ἵνα πάντες Ἀχαιοὶ
Iliad 19.174: ὀφθαλμοῖσι ἴδωσι: σὺ δὲ φρεσὶ σῇσιν ἰανθῆς:
Iliad 19.175: ὀμνυέτω δέ τοι ὅρκον ἐν Αργείοισιν ἀναστάς
Iliad 19.176: μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι:
previous | next |
---|---|
msA 254r | msA 255r |