Venetus A (Marciana 454 = 822), folio 255, recto
previous | next |
---|---|
msA 254v | msA 255v |
Iliad text (25 lines)
Iliad 19.178: καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω:
Iliad 19.179: αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω.
Iliad 19.180: πιείρῃ: ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα:
Iliad 19.181: σὺ δ’ ἤπειτα δικαιότερος καὶ ἐπ’ ἄλλῳ ἔσσεαι
Iliad 19.182: Ἀτρείδη : οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
Iliad 19.183: ἄνδρ’ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπῄνη :
Iliad 19.184: τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων .
Iliad 19.185: χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκουσας:
Iliad 19.186: ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
Iliad 19.187: ταῦτα δ’ ἐγὼν ἐθέλω ὀμόσαι κέλεται δέ μ θυμός
Iliad 19.188: οὐδ’ ἐπιορκήσω πρὸς δαίμονος: αὐτὰρ Ἀχιλλεὺς
Iliad 19.189: μιμνέτω αὖθι τέως περ ἐπειόμενός περ Ἄρηος .
Iliad 19.190: μίμνετε δ’ ἄλλοι πάντες ἀολλέες ὄφρα καὶ δῶρα
Iliad 19.191: ἐκ κλισίης ἔλθησι. καὶ ὅρκια πιστὰ τάμωμεν:
Iliad 19.192: σοὶ δ’ αὐτῷ τόδ’ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω:
Iliad 19.193: κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
Iliad 19.194: δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν ὅσσ’ Ἀχιλῆι
Iliad 19.195: χθιζὸν ὑπέστημεν δώσειν: ἀγέμεν τε γυναῖκας:
Iliad 19.196: Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
Iliad 19.197: κάπρον ἑτοιμασάτω ταμέειν Διί τ’ Ἠελίῳ τε.
Iliad 19.198: τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :
Iliad 19.199: Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον :
Iliad 19.200: ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι
Iliad 19.201: ὁππότέ τις μετὰπαυσωλὴ πολέμοιο γένηται:
Iliad 19.202: καὶ μένος οὐ τόσον ἦσιν ἐνὶ στήθεσιν ἐμοῖσι:
previous | next |
---|---|
msA 254v | msA 255v |