Venetus A (Marciana 454 = 822), folio 255, verso
previous | next |
---|---|
msA 255r | msA 256r |
Iliad text (25 lines)
Iliad 19.203: νῦν δ’ οἱ μὲν κέαται δεδαϊγμένοι οὓς ἐδάμασσεν
Iliad 19.204: Ἕκτωρ Πριαμίδης ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν.
Iliad 19.205: ὑμεῖς δ’ ἐς βρωτὺν ὀτρύνετον: ἦ τ’ ἂν ἔγωγε
Iliad 19.206: νῦν μὲν ἀνώγοιμι πολεμίζειν υἷας Ἀχαιῶν
Iliad 19.207: νήστιας ἀκμήνους: ἅμα δ’ ἠελίῳ καταδύντι
Iliad 19.208: τεύξεσθαι μέγα δόρπον ἐπὴν τισαίμεθα λώβην:
Iliad 19.209: πρὶν δ’ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἱείη
Iliad 19.210: οὐ πόσις οὐ βρῶσις ἑταίρου τεθνηῶτος:
Iliad 19.211: ὅς μοι ἐνὶ κλισίῃ δεδαιγμένος ὀξέι χαλκῷ
Iliad 19.212: κεῖται ἀνὰ προθύροισι τετραμμένος: ἀμφὶ δ’ ἑταῖροι
Iliad 19.213: μύρονται: τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν
Iliad 19.214: ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν:
Iliad 19.215: τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς :
Iliad 19.216: ὦ Ἀχιλεῦ Πηλέος υἱὲ μέγα φέρτατ’ Ἀχαιῶν :
Iliad 19.217: κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
Iliad 19.218: ἔγχει: ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην
Iliad 19.219: πολλὸν: ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα:
Iliad 19.220: τῷ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν:
Iliad 19.221: αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν
Iliad 19.222: ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν
Iliad 19.223: ἄμητος δ’ ὀλίγιστος ἐπὴν κλίνῃσι τάλαντα
Iliad 19.224: Ζεὺς ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτϋκται:
Iliad 19.225: γαστέρι δ’ οὔ πως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς :
Iliad 19.226: λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
Iliad 19.227: πίπτουσιν: πότε κέν τις ἀναπνεύσειε πόνοιο
previous | next |
---|---|
msA 255r | msA 256r |