Venetus A (Marciana 454 = 822), folio 256, recto
previous | next |
---|---|
msA 255v | msA 256v |
Iliad text (25 lines)
Iliad 19.228: ἀλλά χρὴ τὸν μὲν κατ θάπτειν ὅς κε θάνησι:
Iliad 19.229: νηλέα θυμὸν ἔχοντας: ἐπ’ ἤματι δακρύσαντας
Iliad 19.230: ὅσσοι δ’ ἂν πολέμοιο περι στυγεροῖο λίπωνται.
Iliad 19.231: μεμνῆσθαι πόσιος καὶ ἐδητύος ὄφρ’ ἔτι μᾶλλον
Iliad 19.232: ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ:
Iliad 19.233: ἑσσάμενοι χροὶ χαλκὸν ἀτειρέα μὴ δέ τι ἄλλην
Iliad 19.234: λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω:
Iliad 19.235: ἤδε γὰρ ὀτρυντύς κακὸν ἔσσεται ὅς κε λίπηται
Iliad 19.236: νηυσὶν ἐπ’ Ἀργείων : ἀλλ’ ἀθρόοι ὁρμηθέντες
Iliad 19.237: Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα
Iliad 19.238: ἦ καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
Iliad 19.239: Φυλείδην τε Μέγητα : Θόαντά τε Μηριόνην τε:
Iliad 19.240: καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον :
Iliad 19.241: βάν δ’ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο :
Iliad 19.242: αὐτίκ’ ἔπειθ’ ἅμα μῦθος ἔην: τετέλεστο δὲ ἔργον:
Iliad 19.243: ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον οὕς οἵ ὑπέστη
Iliad 19.244: αἴθονας δὲ λέβητας ἐείκοσι: δώδεκα δ’ ἵππους:
Iliad 19.245: ἐκ δ’ ἄγον αἶψα γυναῖκας: ἀμύμονα ἔργ’ εἰδυίας.
Iliad 19.246: ἕπτ’: ἀτὰρ ὀγδοάτην Βρισηίδα καλλιπάρῃον
Iliad 19.247: χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
Iliad 19.248: ἦρχ’. ἅμα δ’ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν :
Iliad 19.249: καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν ἀν δ’ Ἀγαμέμνων
Iliad 19.250: ἵστατο: Ταλθύβιος δὲ θεῷ ἐναλίγκϊος αὐδήν
Iliad 19.251: κάπρον ἔχων ἐγ χειρὶ παρίστατο ποιμένι λαῶν
Iliad 19.252: Ἀτρείδης δὲ ἐρυσάμενος χείρεσσι μάχαιραν
previous | next |
---|---|
msA 255v | msA 256v |