Venetus A (Marciana 454 = 822), folio 256, verso
previous | next |
---|---|
msA 256r | msA 257r |
Iliad text (24 lines)
Iliad 19.253: ἥ, οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο:
Iliad 19.254: κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχών
Iliad 19.255: εὔχετο: τοὶ δ’ ἄρα πάντες ἐπ’ αὐτόφιν εἵατο σιγῇ
Iliad 19.256: Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος
Iliad 19.257: εὐξάμενος δ’ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
Iliad 19.258: ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος:
Iliad 19.259: Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες αἵ θ’ ὑπὸ γαῖαν
Iliad 19.260: ἀνθρώπους τίνυντ ὅτις κ’ ἐπίορκον ὀμόσση:
Iliad 19.261: μὴ μὲν ἐγὼ κούρῃ Βρισηίδι χεῖρ’ επενεῖκαι:
Iliad 19.262: οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου:
Iliad 19.263: ἀλλ’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν
Iliad 19.264: εἰ δέ τι τῶνδ’ ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖεν:
Iliad 19.265: πολλὰ μάλ’ ὅσσα διδοῦσιν ὅστίς σφ’ ἀλίτητ ὀμόσσ :
Iliad 19.266: ἦ καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ:
Iliad 19.267: τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
Iliad 19.268: ῥὶψ’ ἐπιδινήσας βόσιν ἰχθύσιν: αὐτὰρ Ἀχιλλεύς
Iliad 19.269: ἀνστὰς, Ἀργείοισι φιλοπτολέμοισι μετηύδα
Iliad 19.270: Ζεῦ πάτερ: ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα:
Iliad 19.271: οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
Iliad 19.272: Ἀτρείδης ὤρινε διαμπερές οὐδέ κε κούρην
Iliad 19.273: ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος: ἀλλά ποθι Ζεύς
Iliad 19.274: ἤθελ’ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι:
Iliad 19.275: νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα :
Iliad 19.276: ὣς ἄρ ἐφώνησεν. λῦσεν δ’ ἀγορὴν αἰψηρήν
previous | next |
---|---|
msA 256r | msA 257r |