Venetus A (Marciana 454 = 822), folio 257, recto

previousnext
msA 256vmsA 257v

Iliad text (24 lines)


Iliad 19.277: οἱ μὲν ἄρ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος:


Iliad 19.278: δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένον :


Iliad 19.279: βὰν δ’ ἐπὶ νῆα φέροντες Ἀχϊλλῆος θείοιο:


Iliad 19.280: καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν κάθισαν δὲ γυναῖκ ,


Iliad 19.281: ἵππους δ’ ἐς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.


Iliad 19.282: Βρισηὶς δ’ ἄρ ἔπειθ’ ἱκέλη χρυσῇ Ἀφροδίτῃ :


Iliad 19.283: ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ


Iliad 19.284: ἀμφ’ αὐτῷ χυμένη λίγ’ ἐκώκυε: χερσὶ δ’ ἄμυσσε


Iliad 19.285: στήθεά τ’ ἠδ’ ἁπαλὴν δειρὴν: ἰδὲ καλὰ πρόσωπα:


Iliad 19.286: εἶπε δ’ ἄρα κλαίουσα γυνὴ εἰκυῖα θεῇσι


Iliad 19.287: Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ:


Iliad 19.288: ζωὸν μέν σ’ ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα


Iliad 19.289: νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν.


Iliad 19.290: ἂψ ἀνιοῦσ’ ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεὶ.


Iliad 19.291: ἄνδρα μὲν ᾧ ἔδοσάν μ πατὴρ καὶ πότνια μήτηρ.


Iliad 19.292: εἶδον προ πτόλιος δεδαϊγμένον ὀξέι χαλκῷ:


Iliad 19.293: τρεῖς τε κασιγνήτους τούς μ μία γείνατο μήτηρ:


Iliad 19.294: κηδείους: οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον:


Iliad 19.295: οὐδὲ μὲν οὐδέ μ’ ἔασκες ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Αχιλλ


Iliad 19.296: ἔκτεινεν πέρσεν δὲ πόλιν θείοιο Μύνητος


Iliad 19.297: κλαίειν: ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιο


Iliad 19.298: κουριδίην ἄλοχον θήσειν: ἄξειν δ’ ἐνὶ νηυσὶν


Iliad 19.299: ἐς Φθίην . δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι:


Iliad 19.300: τῷ σ’ ἄμοτον κλαίω τεθνηότα: μείλιχον αἰεί:


previousnext
msA 256vmsA 257v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1