Venetus A (Marciana 454 = 822), folio 257, verso

previousnext
msA 257rmsA 258r

Iliad text (26 lines)


Iliad 19.301: ὣς ἔφατο κλαίουσ’ ἐπὶ δὲ στενάχοντο γυναῖκες:


Iliad 19.302: Πάτροκλον πρόφασιν: σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη.


Iliad 19.303: αὐτὸν δ’ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο


Iliad 19.304: λισσόμενοι δειπνῆσαι: ὃ δ’ ἠρνεῖτο στεναχίζων


Iliad 19.305: λίσσομαι εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ’ ἑταίρων


Iliad 19.306: μή με πρὶν σίτοιο κελεύετε μὴ δὲ ποτῆτος


Iliad 19.307: ἄσασθαι φίλον ἦτορ: ἐπεί μ’ ἄχος αἰνὸν ἱκάνει.


Iliad 19.308: δύντα δ’ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης:


Iliad 19.309: ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας.


Iliad 19.310: δύω δ’ Ἀτρείδα μενέτην καὶ δῖος Ὀδυσσεύς


Iliad 19.311: Νέστωρ Ἰδομενεύς τε: γέρων θ’ ἱππηλάτα Φοῖνιξ :


Iliad 19.312: τέρποντες πυκινῶς ἀκαχήμενον οὐδέ τι θυμῷ


Iliad 19.313: τέρπετο πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος:


Iliad 19.314: μνησάμενος δ’ ἀδινῶς ἀνενείκατο φώνησέν τε


Iliad 19.315: ἦ ῥὰ νύ μοι ποτὲ καὶ σύ δυσάμορε φίλταθ’ ἑταίρων


Iliad 19.316: αὐτὸς ἐν κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας:


Iliad 19.317: αἶψα καὶ ὀτραλέως: ὁπότε σπερχοίατ’ Ἀχαιοὶ


Iliad 19.318: Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα


Iliad 19.319: νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος: αὐτὰρ ἐμὸν κῆρ


Iliad 19.320: ἄκμηνον πόσιος καὶ ἐδητύος: ἔνδον ἐόντων,


Iliad 19.321: σῇ ποθῇ: οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι


Iliad 19.322: οὐδ’ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην:


Iliad 19.323: ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει:


Iliad 19.324: χήτει τοιοῦδ’ υἷος: ὃ δ’ ἀλλοδαπῷ ἐνὶ δήμῳ:


Iliad 19.325: εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω:


Iliad 19.326: ἠὲ τὸν. ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱὸς:


previousnext
msA 257rmsA 258r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1