Venetus A (Marciana 454 = 822), folio 258, recto

previousnext
msA 257vmsA 258v

Iliad text (25 lines)


Iliad 19.327: εἴ που ἔτι ζώει γε, Νεοπτόλεμος . θεοειδής:

Commented on by msA 19.hc_1


Iliad 19.328: πρὶν μὲν γάρ μοι θυμὸς ἐνι στήθεσσιν, εώλπει.


Iliad 19.329: οἶον ἐμὲ φθίσεσθαι ἀπ’ Ἄργεος ἱ̈πποβότοιο


Iliad 19.330: αὐτοῦ ἐνι Τροίῃ . σὲ δέ τε Φθίην δὲ νέεσθαι.


Iliad 19.331: ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνι νηῒ μελαίνῃ

Commented on by msAim 19.hc_1


Iliad 19.332: Σκυρόθεν ἐξαγάγοις. καί οἱ δείξειας ἕκαστα:


Iliad 19.333: κτῆσιν ἐμὴν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα:

Commented on by msAim 19.hc_2


Iliad 19.334: ἤδη γὰρ Πηλῆά γ’ ὀΐομαι: ἢ κατα πάμπαν


Iliad 19.335: τεθνάμεν. ἤ που τυτθὸν ἔτι ζώοντ’ ἀκάχησθαι

Commented on by msA 19.hc_2


Iliad 19.336: γήραΐ τε στυγερῷ. καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ


Iliad 19.337: λυγρὴν ἀγγελίην ὅτ’ ἀποφθιμένοιο πύθηται:


Iliad 19.338: ὣς ἔφατο κλαίων. ἐπι δὲ στενάχοντο γέροντες:


Iliad 19.339: μνησάμενοι τὰ, ἕκαστος ἐνι μεγάροισιν ἔλειπε:


Iliad 19.340: μυρομένους δ’ άρα τούς γε ἰ̈δὼν ἐλέησε Κρονίων :


Iliad 19.341: αῖψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδᾱ:


Iliad 19.342: τέκνον ἐμόν. δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος:

Commented on by msA 19.hc_3


Iliad 19.343: ἠ νύ τοι οὐκ ἔτι πάγχυ μετα φρεσὶ μέμβλετ’ Ἀχιλλεύς :


Iliad 19.344: κεῖνος ὅ γε προπάροιθε, νεῶν ὀρθοκραιράων


Iliad 19.345: ἧσται ὀδυρόμενος ἕταρον φίλον. οἱ δὲ δὴ ἄλλοι


Iliad 19.346: οἴχονται μετα δεῖπνον: ὁ δ’ ἄκμηνος καὶ ἄπαστος:


Iliad 19.347: ἂλλ ἰ̈́θι οἱ νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν


Iliad 19.348: στάξον ἐνι στήθεσσ’, ἵνα μή μιν λιμὸς ΐκηται:


Iliad 19.349: ὡς εἰπὼν, ὤτρυνε. πάρος μεμαυῖαν Ἀθήνην .


Iliad 19.350: ἡ δ`’ ἅρπῃ εἰκυῖα τανυπτέρυγι λιγυφώνῳ

Commented on by msA 19.hc_5


Iliad 19.351: οὐρανοῦ ἐκκατέπαλτο δι’ αἰθέρος: αὐτὰρ Ἀχαιοὶ


Other texts (8 passages)


Scholia group: msAil

msAil 19.hc_1: ι

Comments on 19.348@στήθεσσ’


Scholia group: msAim

msAim 19.hc_1: γράφεται σὺν νηῒ

Comments on 19.331


msAim 19.hc_2: ουτ Αρσταρχ δμωας ἔξω τοῦ ϊ ⁑

Comments on 19.333


Scholia group: msA

msA 19.hc_1: εἴ που ἔτι ζώει γε⁚ καὶ Ἀριστοφα προηθέτει τὸν στίχον ὡς φησὶ Καλλίστρατος τό τε γὰρ ἐπὶ παιδὸς κομιδῆ λέγεσθαι διστακτικῶς εἴ που ἔτι ζώει : καὶ ταῦτα μηδε πόρρω τῆς Σκύρου κειμένης ὕποπτον τό τε θεοειδὴς ἀκαίρως προσέρριπται: τεκμήριον δὲ τῆς διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον, εἴ που ἔτι ζώει γε Πυρῆς ἐμός ὃν κατέλειπον ⁑

Comments on 19.327


msA 19.hc_2: ἔτι ζώοντ’ ἀκάχησθαι ⁑ προπερισπᾶται ὡς λελυπῆσθαι : οἱ δὲ προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασία. ἐπεὶ οῖδε καὶ τὴν ἀκαχήμενος μετοχὴν τοιαύτην οἶς καὶ ἐπείσθη ἡ παράδο ⁑

Comments on 19.335


msA 19.hc_3: τεκνον ἐμὸν ὅτι Ζηνόδοτ γράφει ἑοῖο τοῦτο δὲ παρα τὸ πρόσωπόν εστιν ⁑

Comments on 19.342


msA 19.hc_4: ἀλλ’ ἴ̈θι οι νέκτάρ τε ὅτι κατ αμφοτέρων τὸ στάξον τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος ἡ γὰρ ἀμβροσία ἐστι ξηρα τροφή ⁑

Comments on 19.347-19.348


msA 19.hc_5: ἣ δ’ ἅρπη: ἅρπη. τῷ ἰκτίνῳ, οἱ δε ζῶον θαλάσσιον πολεμοῦν λάρῳ καὶ βρέννῳ φιλεῖ δὲ τὴν τροφήν ἣν ἂν συνάγει ἐπι τοῖς τάρφεσιν. καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς. ὡς οἱκείως οὖν νῦν εἴκασε τὴν Ἀθηνὰν : οἱ δὲ ὅτι ἐφ ύψους ἱπταμενον εὐχερῶς ὅπῃ θέλει καταρράσσει ⁑

Comments on 19.350


previousnext
msA 257vmsA 258v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1