Venetus A (Marciana 454 = 822), folio 258, verso
previous | next |
---|---|
msA 258r | msA 259r |
Iliad text (25 lines)
Iliad 19.352: αὐτίκα θωρήσσοντο κατα στρατόν: ἡ δ’ Ἀχιλῆϊ
Iliad 19.353: νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινην
Iliad 19.354: στάξ’: ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ’ ΐκηται:
Iliad 19.355: αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
Commented on by msAim 19.hc_3
Iliad 19.356: ᾤχετο: τοὶ δ’ ἀπάνευθε, νεῶν ἐχέοντο θοάων:
Iliad 19.357: ὡς δ’ ὅτε ταρφειαὶ νιφάδες. Διὸς ἐκποτέονται.
Commented on by msA 19.hc_6
Iliad 19.358: ψυχραὶ, ὑπαι ῥιπῆς αἰθρηγενέος Βορέαο :
Iliad 19.359: ὡς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
Iliad 19.360: νηῶν ἐκφορέοντο: καὶ ἀσπίδες ὀμφαλόεσσαι:
Iliad 19.361: θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα:
Commented on by msA 19.hc_7
Iliad 19.362: αἴγλη δ’ οὐρανὸν ΐκε : γέλασσε δὲ πᾶσα περι χθῶν
Iliad 19.363: χαλκοῦ ὑπο στεροπῆς. ὑπο δὲ κτύπος όρνυτο ποσσὶν
Iliad 19.364: ἀνδρῶν: ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς :
Iliad 19.365: τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε: τὼ δέ οἱ ὄσσε
Commented on by msA 19.hc_8
Iliad 19.366: λαμπέσθην, ὡς εἴ τε πυρὸς σέλας: ἒν δέ οἱ ῆτορ
Iliad 19.367: δῦν’ ἄχος ἄτλητον: ὁ δ’ ἄρα Τρωσὶν μενεαίνων
Iliad 19.368: δύσετο δῶρα θεοῦ. τά οἱ Ἥφαιστος κάμε τεύχων:
Iliad 19.369: κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
Iliad 19.370: καλὰς. ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας:
Iliad 19.371: δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν έδυνε:
Iliad 19.372: ἀμφι δ’ ὰρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον.
Iliad 19.373: χάλκεον: αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
Iliad 19.374: εἵλετο: τοῦ δ’ ἀπάνευθε σέλας γένετ’, ἠΰτε μήνης:
Iliad 19.375: ὡς δ’ ὅτ αν ἐκ πόντοιο, σέλας ναύτῃσι φανῄῃ
Iliad 19.376: καιομένοιο πυρός, τό τε καίεται ὑψόθ’ ὄρεσφι
Commented on by msAim 19.hc_4
Other texts (5 passages)
Scholia group: msAim
msAim 19.hc_3: ἐν άλλῳ αὐτῇ δ’ αῦ ⁑
Comments on 19.355
msAim 19.hc_4: Αρισταρχ τό τε καίεται ⁑
Comments on 19.376
Scholia group: msA
msA 19.hc_6: ὡς δ’ ὅτε ταρφειαι: Ἀρίσταρχ ἀνέγνω ὡς πυκναὶ οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ ἐπείσθη ἡ παράδοσις ⁑
Comments on 19.357
msA 19.hc_7: θώρηκες τε κραταιγύαλοι: ὅτι οἱ κραταιοὶ κατα τὰ γύαλα καὶ κύτη καὶ κοιλώματα. ἀπο δε μέρους οἱ όλοι κραταιοὶ γύαλον γὰρ πᾶν τὸ κοῖλον τοῦ θώρακος ⁑
Comments on 19.361
msA 19.hc_8: τοῦ καὶ ὀδόντων μὲν: ἀθετοῦνται στίχοι τέσσαρες: γελοῖον γὰρ τὸ βρυχᾶσθαι τὸν Ἀχιλλέα , ἥ τε συνέπεια οὐδὲν ζητεῖ διαγραφέντων αὐτῶν: ὁ δε Σιδώνιος ἡθετηκέναι μὲν τὸ πρῶτον φησὶν αὐτῶν τὸν τοὺς ἀριθμοὺς ὕστερον δὲ περιελεῖν τοὺς οβελοὺς ποιητικὸν νομίσαντ τὸ τοιοῦτο: ὁ μέντοι Ἀμμώνιος ἐν τῷ Περι τῆς ἐπεκδοθείσης διορθώσεως οὐδὲν τοιοῦτο λέγει διπλὴν δὲ προσθετέον τὸ δῦν ἄχος ἄτλητον ὁ δ’ ἄρα Τρωσὶ μενεαίνων ὅτι τὸ μενεαίνων νῦν θυμούμενος σημαίνει ⁑
Comments on 19.365
previous | next |
---|---|
msA 258r | msA 259r |