Venetus A (Marciana 454 = 822), folio 268, verso

previousnext
msA 268rmsA 269r

Iliad text (25 lines)


Iliad 20.431: Πηλείδη μὴ δὴ μ’ ἐπέεσσί γε νηπύτιον ὡς


Iliad 20.432: ἔλπεο δειδίξεσθαι: ἐπεὶ σάφα οἶ`δα καὶ αὐτὸς


Iliad 20.433: ἢ μεν κερτομίας. ἠδ’ αἴσυλα μυθήσασθαι:


Iliad 20.434: οἶδα δ’ ὅτι σὺ μὲν ἐσθλός. ἐγὼ δὲ σέθεν πολὺ χείρων:


Iliad 20.435: ἂλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται


Iliad 20.436: αἴ κέ σε χειρότερός περ ἐὼν ἀπο θυμὸν ἕλωμαι.


Iliad 20.437: δουρὶ βαλὼν. ἐπει ῆ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν:


Iliad 20.438: ῆ ρα. καὶ ἀμπεπαλὼν προΐει δόρυ. καὶ τό γ’ Ἀθήνη .


Iliad 20.439: πνοιῇ. Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο


Iliad 20.440: ῆκα μάλα ψύξασα. τὸ δ’ ὰψ ΐκεθ’ Ἕκτορα δῖον:


Iliad 20.441: αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν: αὐτὰρ Ἀχιλλεὺς .


Iliad 20.442: ἐμμεμαὼς ἐπόρουσε. κατακτάμεναι μενεαίνων:


Iliad 20.443: σμερδαλέα, ἰ+άχων: τὸν δ’ ἐξήρπαξεν Ἀπόλλων


Iliad 20.444: ῥεῖα μάλ’ ὥς τε θεὸς. ἐκάλυψε δ’ ὰρ, ἠέρι πολλῇ:


Iliad 20.445: τρὶς μὲν ἔπειτ’ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς


Iliad 20.446: ἔγχεϊ χαλκείῳ. τρὶς δ’ ἠέρα τύψε βαθεῖαν:


Iliad 20.447: ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ῗσος


Iliad 20.448: δεινὰ δ’ ὁμοκλήσας. ἔπεα πτερόεντα προσηύδα_:


Iliad 20.449: ἐξ αῦ νῦν ἔφυγες θάνατον κύον: ῆ τέ τοι ἄγχι


Iliad 20.450: ἦλθε κακὸν. νῦν αῦτέ σ’ ἐρύσσατο Φοῖβος Ἀπόλλων .


Iliad 20.451: ᾧ μέλλεις εὔχεσθαι ἰ+ὼν ἐς δοῦπον ἀκόντων:


Iliad 20.452: ῆ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας.


Iliad 20.453: εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι:


Iliad 20.454: νῦν δ’ ἄλλους Τρώων ἐπιείσομαι. ὅν κε κιχείω:


Iliad 20.455: ὡς εἰπὼν. Δρύοπ’ οῦτα κατ’ αὐχένα μέσσον ἄκοντι:


Other texts (13 passages)


Scholia group: msAext

msAext 20.268v_1: ἐν αλλοις ουο οὐ κεῖται:

Comments on 20.447


msAext 20.268v_2: ερύσατο

Comments on 20.450


Scholia group: msAint

msAint 20.268v_1: πὸλλην :

Comments on 20.446


msAint 20.268v_2: οτ αντ ᾧ εοίκασι εὔχεσθαι παραγινομε εἰς πόλεμον ⁑

Comments on 20.451


Scholia group: msAil

msAil 20.268v_1: ἀποκτενῶ

Comments on 20.452@ἀντιβολήσας


Scholia group: msAim

msAim 20.268v_1: ἐπι τὸ πνοιῆ βραχὺ διασταλτέον πρὸς τὸ σαφεστ ⁑

Comments on 20.439


msAim 20.268v_2: γρ νῦν αὐτοὺς ἄλλους ⁑

Comments on 20.454


Scholia group: msA

msA 20.268v_1: αἴ κε σε χειρότερός χείριος χειριότερος . συγκοπὴ καὶ πλεονασμὸς χειρότερος ⁑

Comments on 436


msA 20.268v_2: δουρὶ βαλὼν συναφῆ ἐπι τὰς τελευταιας δύο λέξεις: ἓν γὰρ ἐξ αμφοτέρων δηλοῦται τὸ ὠξυμμένον κατα τὸ ἔμπροσθεν μερος⁑

Comments on 437


msA 20.268v_3: ῆκα μάλα ψύξασα ὅτι ψύξασα φυσήσασα τῷ ἑαυτῆς πνι ἀπέστρεψε τὸ δόρυ⁑

Comments on 440


msA 20.268v_4: ἔγκεϊ χαλκείῳ πιθανῶς ἀναρτᾷ τὴν ἐπιθυμίαν τῶν ἀκροατῶν εἰς τελος τῶν ποιήσεων ἑαυτῶ ταμιευόμενος τὴν σφαγὴν Ἔκτορος προς δε τὸ ἄπιστον βοηθείᾳ χρῆται ὥσπερ ἀπολογούμενος δια τοῦ ῥεῖα μάλ’ ⁑

Comments on 446


msA 20.268v_5: ῆ θῆν σ’ ἐξανύω γε περισπαστέον τὸν ῆ ἔστι γὰρ βεβαιωτικὸς ἴσως τῷ δὴ : τὸ δὲ ἀνύω βαρύτονως ἀναγωστέον ἔστι γὰρ ἐνεστος ἀντι με ⁑

Comments on 452


msA 20.268v_6: νῦν δ’ ἄλλους, προς τὸ σχῆμα ὅτι ἰδίως πληθυντικῷ ἑνικὸν ἐπήνεγκεν ὅν κε κιχείω ⁑

Comments on 454


previousnext
msA 268rmsA 269r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1