Venetus A (Marciana 454 = 822), folio 269, recto
previous | next |
---|---|
msA 268v | msA 269v |
Iliad text (25 lines)
Iliad 20.456: ἤριπε δὲ προπάροιθε ποδῶν : ὁ δὲ : τὸν μὲν ἔασε :
Iliad 20.457: Δημοῦχον δὲ Φιλητορίδην , ἠΰν τε : μέγαν τε :
Iliad 20.458: καγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
Iliad 20.459: οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν:
Iliad 20.460: αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον : υἷε Βίαντος .
Iliad 20.461: ἄμφω ἐφορμηθεὶς. ἐξ ἵππων ὦσε χαμᾶζε:
Iliad 20.462: τὸν μὲν δουρὶ βαλὼν. τὸν δὲ σχεδὸν ἄορι τύψας:
Iliad 20.463: Τρῶα δ’ Ἀλαστορίδην . ὁ μὲν ἀντίος ἤλυθε γούνων.
Iliad 20.464: εἴπως, εὗ, πεφίδοιτο λαβὼν. καὶ ζωὸν ἀφείη:
Iliad 20.465: μηδὲ κατακτείνειεν, ὁμηλικίην ἐλεήσας:
Iliad 20.466: νήπιος. οὐδὲ τὸ ᾔδη. ὃ, οὐ πείσεσθαι ἔμελλεν:
Iliad 20.467: οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν; οὐδ’ ἀγανόφρων:
Iliad 20.468: ἀλλὰ μάλ’ ἐμμεμαώς. ὁ μὲν ἥπτετο χείρεσι γούνων
Iliad 20.469: ϊέμενος λίσσεσθ’, ὁ δὲ φασγάνῳ οῦτα καθ ῆπαρ:
Iliad 20.470: ἐκ δέ οἱ ἧπαρ ὄλισθεν: ἀτὰρ μέλαν αἷμα κατ αὐτοῦ
Iliad 20.471: κόλπον ἐνέπλησεν : τὸν δὲ σκότος, ὄσσε κάλυψε
Iliad 20.472: θυμοῦ δευόμενον: ὁ δὲ Μούλιον οῦτα παραστὰς
Iliad 20.473: δουρὶ παρ’ οῦς: εῖθαρ δὲ δι’ οὔατος ἦλθ’ ἑτέροιο
Iliad 20.474: αἰχμὴ χαλκείη: ὁ δ’ Ἀγήνορος υἱὸν Ἔχεκλον
Iliad 20.475: μέσσην κακ κεφαλὴν ξίφει ἤλασε κωπήεντι:
Iliad 20.476: πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι: τὸν δὲ κατ’ ὄσσε
Iliad 20.477: ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή:
Iliad 20.478: Δευκαλίωνα δ’ ἔπειθ’. ἵνα τε ξυνέχουσι τένοντες
Iliad 20.479: ἀγκῶνος. τῇ τόν τε φίλης διὰ χειρὸς ἔπειρεν
Iliad 20.480: αἰχμῇ χαλκείῃ: ὁ δέ μιν μένε. χεῖρα βαρυνθεὶς.
Other texts (14 passages)
Scholia group: msAext
msAext 20.269r_1: κατ’ οῦς
Comments on 20.473
msAext 20.269r_2: τόν γε.
Comments on 20.479
Scholia group: msAint
msAint 20.269r_1: οτ πάλιν ἀντιδιεστειλεν⁑
Comments on 20.462
msAint 20.269r_2: οὐ γάρ τις καὶ οὐ γαρ έτι
Comments on 20.467
msAint 20.269r_3: αρισταρχ ἐνέπρησεν ⁑
Comments on 20.470
Scholia group: msAil
msAil 20.269r_1: αὐτοῦ
Comments on 20.464@εὗ
Scholia group: msAim
msAim 20.269r_1: κατεσχε τοῦ φυγειν
Comments on 20.458
msAim 20.269r_2: βραχ διασταλτ ἐπι τὸ ἐφορμηθεις ⁑
Comments on 20.461
msAim 20.269r_3: γρ καὶ κατ οὗς ⁑
Comments on 20.473
Scholia group: msA
msA 20.269r_1: Τρῶα δ’ Ἀλαστορίδην , ἤτοι κομματικῶς εἶπεν ὡς ἔθος πολλάκις τοῖς ποιηταῖς. ὴ τὸ εξῆς ἐστι Τρῶα δ’ Ἄλιστοριδην φασγάνω οῦτε καθ ῆπαρ: ταῦτα δὲ ἐν παρεκβάσει εἰπῶν ἐπαναλαμβάνει δια τοῦ ὁ δὲ φασγάνω ὡς εἴωθεν: οὔτω δὲ ἔσται τὰ λοιπὰ δια μέσου: ἠ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπο τοῦ τον δὲ σχεδὸν ἄορι τύψας :
Comments on 463
msA 20.269r_2: εἴπως εὐπεφίδοιτο. ἡ ευ ἀντωνυμία ἐν τῆ συντάξει ἐνεκλινε τὸν τόνον ἐστι γὰρ ἀπολυτος οὐχ ὅν τρόπον δ’ οἴεται ὀ Ἀσκαλωνίτης τὸ πώς παντώς οξυτονηθήσεται ἐπεὶ ἤδη ἐμελέτησε καὶ ἄλλον ἐγκλιτικὸν ἐπιφερομένων τὸ πω καὶ τὸ πῶς τοῦτο μὴ πάσχειν οὔ πως έτ’ Ἀγέλαε διοτρεφὲς . μήπως με προϊδών μ’ ες θρόνον ΐζε διοτρέφες . οὔπω μιν φασὶ φαγέμεν οὕτως οὖν καὶ τὸ εἴπως εὖ πεφίδοιτο οὐκ αναγκαστικὴν έξει τὴν ἐπι τοῦ πῶς ὀξείαν, ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατα ταύτην τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο εγκλινοντ δεῖν τῷ τόνῳ καὶ δασύνοντ λέγειν τὴν τρίτην συλλαβὴν σημαίνει γὰρ εἴπως αὐτοῦ δι ὃ καὶ ἡ διπλῆ⁑
Comments on 464
msA 20.269r_3: οὐ γάρ τι γλυκύθυμος ὅτι οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ηπιόφρων. ἀλλ ἐκ τοῦ ἐναντιου σκληρος καὶ χαλεπος⁑
Comments on 467
msA 20.269r_4: ἐκ δέ οἰ ῆπαρ όλισθ : ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος αἱμορραγίαι δὲ πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων τοῦ ἥπατος καὶ τῆς κοιλίας⁑
Comments on 470
msA 20.269r_5: κόλπον ἐνέπλησε: ἐνεπρησεν Φιλόξενος καὶ Ἀρίσταρχος περὶ δὲ τῆς γραφῆς Ἀρίσταρχου ἐν ποιήματι φησὶν: οὕτως τὸ αἷμα ἀπο τοῦ ἥπατος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν ⁑
Comments on 471
previous | next |
---|---|
msA 268v | msA 269v |