Venetus A (Marciana 454 = 822), folio 269, verso
previous | next |
---|---|
msA 269r | msA 270r |
Iliad text (23 lines)
Iliad 20.481: πρόσθ’ ὁρόων θάνατον: ὁ δὲ φασγάνῳ αὐχένα θείνας.
Iliad 20.482: τῆλ’ αὐτῇ πήληκι κάρη βάλε: μυελὸς αὖτε
Iliad 20.483: σφονδυλίων ἔκπαλθ’. ὁ δ’ ἐπὶ χθονὶ κεῖτο τανυσθεὶς :
Iliad 20.484: αὐτὰρ ὃ βῆ ρ. ϊέναι μετ’ ἀμύμονα Πείρεω υἱὸν
Iliad 20.485: Ῥίγμον : ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει.
Iliad 20.486: τὸν βάλε μέσσον ἄκοντι: πάγη δ’ ἐν πνεύμονι χαλκός:
Iliad 20.487: ἤριπε δ’ ἐξ ὀχέων ὁ δ’ Ἀρηΐθοον θεράποντα:
Iliad 20.488: ἀψ, ἵππους στρέψαντα: μετάφρενον ὀξέϊ δουρὶ
Iliad 20.489: νύξ’. ἀπὸ δ’ ἅρματος ῶσε, κυκήθησαν δέ οἱ ἵπποι:
Iliad 20.490: ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς πῦρ
Iliad 20.491: οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη.
Iliad 20.492: πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει.
Iliad 20.493: ὡς ὅ γε πάντῃ, θῦνε, σὺν ἔγχεϊ, δαίμονι ἶ+σος.
Iliad 20.494: κτεινομένους ἐφ’ έπων. ῥέε δ’ αἵματι γαῖα μέλαινα:
Iliad 20.495: ὡς δ’ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
Iliad 20.496: τριβέμεναι κρῖ_ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
Iliad 20.497: ῥίμφά τε λεπτ’` ἐγένοντο βοῶν ὑπὸ ποσσ’` ἐριμύκων.
Iliad 20.498: ὡς ὑπ’ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
Iliad 20.499: στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας, αἵματι δ’ ἄξων
Iliad 20.500: νέρθεν ἅπας πεπάλακτο, καὶ ἄντυγες αἳ περι δίφρον.
Iliad 20.501: ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον.
Iliad 20.502: αἵ τ’ ἀπ’ ἐπισσώτρων: ὁ δὲ ΐετο κῦδος ἀρέσθαι
Iliad 20.503: Πηλείδης : λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους⁑
Other texts (12 passages)
Scholia group: msAint
msAint 20.269v_1: ουτ Πείρεω ὡς απ ευθείας τῆς Πειρέως
Comments on 20.484
Scholia group: msAil
msAil 20.269v_1: ἀναφέρεται μαίνετ
Comments on 20.490@ἀναμαιμάει
msAil 20.269v_2: κοιλοι τόποι ορῶν
Comments on 20.490@ἄγκεα
msAil 20.269v_3: υπ θεῶν ἀναπτόμενον:
Comments on 20.490@θεσπιδαὲς
msAil 20.269v_4: ξῆρου
Comments on 20.491@ἀζαλέοιο
msAil 20.269v_5: συστρέφει:
Comments on 20.492@εἰλυφάζει
Scholia group: msAim
msAim 20.269v_1: σφονδύλων οἳ εἰσὶν ΚΔ ἐν τῇ ράχῃ
Comments on 20.483
msAim 20.269v_2: ἐν αλλῶ ἐν νηδύϊ χαλκὸς ⁑
Comments on 20.486
msAim 20.269v_3: γρ ἐϋτροχάλω ἐν αλῳῇ ⁑
Comments on 20.496
Scholia group: msA
msA 20.269v_1: αὐτὰρ ὃ βῆ ρ ὅτι Ζηνόδοτος γράφει Πειρέως υἱὸν ἄμετρον ποιῶντον στίχον καὶ παράλογον: ἔστι γὰρ Πείρως τὸ ὄνομα. νῦν δὲ ἐσχημάτικεν ἀπο τοῦ Πείρεως ὡς Μενέλεω . άδηλον δὲ ἡ τοῦ θραικῶν ἡγουμένου. ἠ ετέρου τινὸς ὁμωνύμου⁑
Comments on 484
msA 20.269v_2: Ῥίγμον : ὡς ὄρμον εἰς ἰδιώτητα: τὰ γὰρ εἰς γμὸς λήγοντα πάντα ὠξύνετο: ἀγμός ψυγμός λυγμός . δοκεῖ δὲ τὸ ὄγμος ἀντικεῖσθαι ῥίμφ’ ατε ⁑
Comments on 485
msA 20.269v_3: ὑπὸ ποσσ` ἐριμύκων: οὐκ αναστρεπτέον τὴν πρόθεσιν ἔχει γὰρ σύνταχιν προς τὴν ἐπιφερομένην δοτικὴν τὴν ποσσὶ ὁμοίως τῷ ὡς ἄρα τῶν ὑπο ποσσὶ κονίσαλος ὤρνυτ’ ἀελλής ⁑
Comments on 497
previous | next |
---|---|
msA 269r | msA 270r |