Venetus A (Marciana 454 = 822), folio 270, recto
previous | next |
---|---|
msA 269v | msA 270v |
Other texts (10 passages)
Scholia group: msA
msA 21.1: πόρον ἤτοι τὸν ποταμὸν περιφραστικῶς, ἠ τὸ διαβατὸν αὐτοῦ μερος καθ ὸ διαπορεύονται, αὐτόν: δια τί δὲ πάντων τῶν ποταμῶν ἐξωκεανοῦ ῥεόντων ποταμων μόνον τον Ξανθὸν ὁ ποιητ φησὶν ὃν ἀθανατος τέκετο Ζεὺς : πῶς οὖν φησὶ καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς ῥητεόν: ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς εἴ γε οἱ ὄμβροι μὲν ἐκ Διὸς ὄμβρῳ δὲ ουτ αὔξεται: φέρεται δὲ καὶ ἄλλη τίς ἱστορία: ὅτι Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς ηὔξατο τῳ πατριδ ἐπιδεῖξαι αὐτῳ νάμα ὁ δε μὴ θέλων αὐτὸν τρύχεσθαι ῥίψας κεραυνὸν ἀνεδωκε μικρὰν λαβίδα ἢν θεασαμενος Ἡρακλῆς καὶ σκάψας εἰς τὸ πλουσίαιτερον μετεισφέρεσθαι μετωνόμασε Σκάμανδρον οιονεὶ Κάμανδρον γενόμενον καμάτου ἑαυτοῦ παραίτιον: ὅθεν εἰκοτως ὁ ποιητ//ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διῒ : Ξανθ δὲ προσηγορεύθη ἀφ οῦ περι τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδιτ ὅτι ἐν αυτῷ λουσαμεναι ξανθὰς ἔχων τὰς κωμας ⁑
Comments on 21.1-21.2
msA 21.2: πόρον: τὸν πορευτὸν αὐτοῦ τόπον καὶ Θρύον Ἀλφειοί πόρον : οἱ δὲ τὸν ροῦν. οἱ δὲ πόρον Ξάνθου κατ περίφρασιν τὸν Ξάνθον : Ἀριστοφάνης γράφει ῥόον ⁑
Comments on 21.1
msA 21.3: Ξάνθου δινήεντος: ὅτι Ζηνoδοτ γράφει ἀθάνατον ἵνα μὴ ὁ Ζεὺς ἀθάνατος λέγηται ἀλλ ὁ Ξανθος καὶ ἐν ἄλλοις δὲ εἴρηται υἱὸς Σπερχειοῖο, ὸν ἀθάνατος τέκετο Ζεύς . καὶ καθόλου ἀθανάτοισι θεοῖσι ⁑
Comments on 21.
msA 21.4: ἤματι τῷ: τοῦτο ἄν τις σημειώσαιτο προς τὸ τινάσσετο μαινομένοιο γράφουσι γὰρ τινες μαρναμένοιο ⁑
Comments on 21.5
msA 21.5: ἔννεον ἔνθα καὶ ἔνθα ἔνιαι τῶν κατα πόλεις νήχοντ’ ἔνθα καὶ ἔνθα : τὸ δὲ ἔνθα καὶ ἔνθα ἑκατέροις δύναται προσδίδοσθαι ⁑
Comments on 21.11
msA 21.6: ακρῖδες: παρα τὸ κρᾶν ὅ ἐστιν ἐσθίειν ὃς αἶζηῶν ἔκραε κηδεμόνας ἢ παρα τὸ ἀκρίζειν ὅ ἐστι τὰ ἄκρα ἐσθίειν ⁑
Comments on 21.12
msA 21.7: πλῆτο ῥοος κελάδων βαρυτονητέον τὴν μετοχήν κελαδοντος γὰρ ἡ γενικῇ. καὶ ἡ αἰτιατικῇ κελάδοντα παρ ποταμὸν κελάδοντ οὐ κελαδοῦντα : πε δὲ τοῦ ὀξύνεσθαι τὸ επιμίξ εἴπομεν ἤδη πολλάκος ⁑
Comments on 21.16
msA 21.8: ὄρμενον ἐξαίφνης: ψιλῶς τὸ ὄρμενον παρα γὰρ τὸ ὄρω κέκληται ψιλούμενον καὶ βαρυνόμενον καὶ ἤτοι ἐκ τοῦ ὠρμένον ἐστι παρῳχημένον σημαίνοντος καὶ ἔπαθε συστο καὶ ἀναδρομὴν τοῦ τόνου. ἠ καὶ ἐκ τοῦ ορωμένον συνεκόπη ⁑
Comments on 21.14
msA 21.9: αὐτὰρ ὁ διογένης: ὅτι ἀποτίθεται μὲν τὸ δόρυ ῥητῶς ἀναλαμβάνει δὲ οὐ κατα τὸ ῥητὸν, ἀλλ’ ὕστερον αὐτῷ φαίνεται χρώμενος: ἡ δε ἀναφορα πρὸς Ζηνόδοτον ἀγνοοῦντα: ὅτι πολλὰ δεῖ προσδέχεσθαι: κατὰ τὸ σιωπώμενον: ἐνεργούμενα ⁑
Comments on 21.17
msA 21.10: κεκλιμένον μυρίκηισιν ὁ δ’ ἔσθορε: γράφεται καὶ ἔνθορε . ἐν ενίαις δ’ αῖψ’ ἐσόρουσεν ⁑
Comments on 21.18
previous | next |
---|---|
msA 269v | msA 270v |