Venetus A (Marciana 454 = 822), folio 270, verso
previous | next |
---|---|
msA 270r | msA 271r |
Other texts (8 passages)
Scholia group: msA
msA 21.11: τοὺς αὐτοὶ φορέεσκον ὅτι στρεπτοὺς χιτῶνας τοὺς νηστοὺς. ὑποδύτας γὰρ εἶχον ὑπὸ τοὺς στατοὺς μαλάγματος ἕνεκα: αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος ⁑
Comments on 21.31
msA 21.12: αὐτὰρ ὃ ὰψ: πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου ὅτι ἀντι τοῦ δαΐξαι προθυμούμενος κατ τὸ συντελικόν⁑
Comments on 21.33
msA 21.13: ἦ γε λαβὼν ἔκ πατρὸς ὅτι ἀλῳήν τὴν δενδροφόρον γῆν νῦν λέγει ἐπιφέρει γὰρ ὁ δ’ ἐρινεὸν ⁑
Comments on 21.36-21.37
msA 21.14: ἐννύχιος προμολῶν ὅτι πτῶσις ἥλλακται ἀντι τοῦ ἐρινεοῦ νέους όρπηκας. καὶ ἐν ὁ δ’ ὰρ οἰνοχόον βάλε χειρα ἀντι τοῦ οινοχόου ἔστι δὲ ἡ φράσις συνήθης αὐτῷ ⁑
Comments on 21.37
msA 21.15: τάμνε νέους ὄρπηκας ὁ Ἀσκαλωνιτ ἐνθάδε γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκας : ἐπει φησὶ. παρα τὸ ὀρούειν ἐγένετο ἐπιλαβόμενος ἑαυτοῦ ἐν γὰρ ταῖς Ὀδυσσειακαῖς προσῳδίαις φησὶν, ὄσα ὀνοματικῶς σχηματίζεται ἀπο ψιλῶν ῥημάτων ταῦτα δασυνθήσεται ὡς ἀπὸ τοῦ ορούει ὄρπηξ: γελοῖον δὲ τὸ τοιοῦτον: ἄμεινον οὖν ἐστιν ἐκεῖνο λέγειν ὡς ἐπι τὸ ἄλφα καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἥθελεν ὡς ἔχει τὸ ἅρπη ἁρπάζω ἁρπαλέος ἑρπετόν ἑρπύζω ἅρπυα καὶ τὸ ὅρπηξ τούτοις συνεξομοιοῦντες τινὲς ἠθέλησαν δασύνειν οἷς οὐκ ἐπείσθη ἡ παράδοσις. ἀλλα τῇ ἐτυμολογίᾳ παρα γὰρ τὸ όρω ἐν πλεονασμῷ φησὶ τοῦ π γεγενῆσθαι τὸ ὄνομα ⁑
Comments on 21.38
msA 21.16: εἰ διαστείλαιμενον βραχὺ ἐπι τὸ τάμνε γένοιτ’ ὰν εὐλογώτερον τὸ σχῆμα ὡς προς τὸ σημαινόμενον ἀπηντηκότος αυτοῦ ⁑
Comments on 21.37-21.38
msA 21.17: κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο: τὸ ἑξῆς ἐστιν ἐλύσατο Ί̈μβριος Ἠετίων δια μέσου δὲ τὸ πολλὰ δ’ ἔδωκεν : ⁑
Comments on 21.42-21.43
msA 21.18: τὸν δ’ ὡς οὖν ἐνόησε τὸ ἑξῆς ἐστι τὸν δ’ ὡς οὖν ἐνόησεν ὀχθήσας δ’ ἄρα εῖπεν: τὰ δὲ λοιπὰ δια μέσου διορθωτέον ⁑
Comments on 21.49-21.53
previous | next |
---|---|
msA 270r | msA 271r |