Venetus A (Marciana 454 = 822), folio 271, recto
previous | next |
---|---|
msA 270v | msA 271v |
Other texts (4 passages)
Scholia group: msA
msA 21.19: ἦ μάλα δὴ Τρῶες , ταῦτα ἀπ αλλης ἀρχῆς ἀναγνωστέον διὸ καὶ τὸν ῆ περισπαστέον ὡς ἐκεῖ ῆ μάλα δή τινα Κύπρις ῆ μᾶλα δὴ τέθνηκεν . δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι βαρυνομένου τοῦ συνδέσμου ἵν ᾗ ὁ λόγος: μέγα δὴ τοῦτο καὶ θαυμαστόν εἴπω εἰ οἱ Τρῶες ἐξ Άιδου ἀναστήσονται οὓς ἀνεῖλον ⁑
Comments on 21.55-21.56
msA 21.20: φυγὼν ὑπο νηλεὲς ῆμαρ: ἔφαμεν. ὅτι ἐὰν πρόθεσις ἀντι ἑτέρας προθέσεως κέηται μὴ γίνεσθαι ἀναστροφήν ὥσπερ καὶ ἐνθάδε⁑
Comments on 21.57
msA 21.21: καί μιν φωνήσας : τοῦτον προστιθέασι τινὲς οὐ φερόμενον ἐν ταῖς Ἀριστάρχ . ἐν δέ τισι καί ῥ’ ὀλοφυρόμενος ⁑
Comments on 21.73
msA 21.22: ἀντί τοι εἰμ’, ὅτι ἀντι τοῦ ἴσος ϊκέτῃ εἰμὶ ἀντὶ, κασιγνήτου ξεῖνος ἀντὶ τοῦ ἶσος κασιγνήτῳ ⁑
Comments on 21.75
previous | next |
---|---|
msA 270v | msA 271v |