Venetus A (Marciana 454 = 822), folio 271, verso
previous | next |
---|---|
msA 271r | msA 272r |
Other texts (4 passages)
Scholia group: msA
msA 21.23: ‡ πὰρ γαρ σοὶ πρώτῳ πασάμην: τὸ λέγειν ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἤσθιον ἀλλ άρτους κριθίνους ψεῦδος: ἤσθιεν γὰρ ὡς ἂν βασιλέως ὢν υἱὸς καὶ οὐδαμοῦ τοῦτο ὁ ποιητὴς επεσημῄνατο: ἡ δὲ λύσις ὅτι παρ Έλλησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ ἐγεγόνει φησί
Comments on 21.76
msA 21.24: Ἄλτεω ὃς Λελέγεσσι, ὅτι τοὺς Λέλεγας ἐν παρήκεν καὶ προς τὴν ἐπανάληψιν τοῦ ὀνόματος ⁑
Comments on 21.86
msA 21.25: μή με κτείν’. ὅτι Ζηνόδοτος γράφει ἐπὶ οὐκὶ ὁ γαστριος παρ’ ὅσον ἐν ἄλλοις ἔφη ῆς ἐκ νηδύος : ἴα δέ ἐστιν ἡ μία καὶ οὐ τίθησιν Ὅμηρος τὸ μία ἐπι τοῦ ὁμοῦ οὐδὲ κατα σύνθετον ἐκφέρει. τῆς μὲν ϊῆς στιχὸς ήρχεν ⁑
Comments on 21.95
msA 21.26: ‡ τόφρα τί μοι πεφιδέσθαι: παροξυτονητέον ὁμοίως τῷ εὖ δ’ οίκαδ’ ϊκέσθαι : ἔστι γὰρ μέσος δεύτερος ἀόριστος: ἀλλα φίλ θάνε, τὸ ὑγιὲς συνάπτειν. τῆς ἀντωνυμίας μέχρι. ἵν’ ᾗ ἐν σχήματι: ἀλλ ὦ φίλε καὶ σὺ ἀπόθανον εἰρωνίας νοουμένης, εἶτα ἀμφ’ ετέρας ἀρχῆς τίη ὀλοφύρεαι;
Comments on 21.101
previous | next |
---|---|
msA 271r | msA 272r |