Venetus A (Marciana 454 = 822), folio 282, recto
previous | next |
---|---|
msA 281v | msA 282v |
Iliad text (7 lines)
Iliad 22.1: ὡς οἱ μὲν κατα ἄστυ πεφυζότες ἠΰτε νεβροὶ.
Commented on by msA 22.1
Iliad 22.2: ἱ̈δρῶ ἀπεψύχοντο : πί̆ον τ’ ἀκέοντό τε δίψαν.
Commented on by msA 22.2
Iliad 22.3: κεκλιμένοι καλῇσιν ἐπάλξεσιν: αὐτὰρ Ἀχαιοὶ
Commented on by msA 22.3
Iliad 22.4: τείχεος ἄσσον ἴ̈σαν σάκε’ ὤμοισι κλίναντες:
Iliad 22.5: Ἕκτορα δ’ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρ’ ἐπέδησεν
Iliad 22.6: Ἰ̈λίου προπάροιθε, πυλά̄ων τε Σκαιάων:
Commented on by msAim 22.1
Iliad 22.7: αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων :
Other texts (5 passages)
Scholia group: msAil
msAil 22.1: παρ ἐγένοντο
Comments on 22.4@ἴ̈σαν
Scholia group: msAim
msAim 22.1: προς τας σκαιάς⁑
Comments on 22.6
Scholia group: msA
msA 22.1: ὡς οἱ μὲν κατα άστυ πεφυζότες ὴ ΰπε νεβροι: βραδὺ διασταλτεον μετα τὸ νεβροὶ πεφευγέναι γὰρ αὐτοὺς φησὶν ὡς νεβροὺς οὐ τὸν ἰδρῶτα ἀποψυχεσθαι: νεβροὶ δὲ οἱ νεωστὶ ἐπι βοραν ἰόντες, ἠ νηπόροι οἱ μηδέπω πορεύεσθαι δυνάμενοι⁑
Comments on 22.1
msA 22.2: ἰδρῶ απεψυχοντο: διχῶς καὶ ἀνεψύχοντο καὶ ἀπεψύχοντο χαριεστέρα δὲ ἡ δια τοῦ ν ⁑
Comments on 22.2
msA 22.3: κεκλιμένοι προσκεκλιμένοι ὅ ἐστι περιεχόμενοι ὑπo τῶν τειχῶν. ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν λεγόμενοι προμαχῶνες⁑
Comments on 22.3
previous | next |
---|---|
msA 281v | msA 282v |