Venetus A (Marciana 454 = 822), folio 282, verso

previousnext
msA 282rmsA 283r

Iliad text (25 lines)


Iliad 22.8: τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις


Iliad 22.9: αὐτὸς θνητὸς ἐὼν, θεὸν ἄμβροτον. οὐδέ νύ̆ πώ με


Iliad 22.10: ἔγνως ὡς θεός εἰμι: σὺ δ’ ἀσπερχὲς μενεαίνεις:


Iliad 22.11: ῆ νύ τοι οὔ τι μέλει Τρώων πόνος. οὓς ἐφόβησας.

Commented on by msA 22.4


Iliad 22.12: οἳ δή τοι εἰς ἄστυ ἄλεν: σὺ δὲ δεῦρ’ ἐλιάσθης:


Iliad 22.13: οὐ μέν με κτενέεις. ἐπεὶ, οὔ τοι μόρσιμός εἰμι:


Iliad 22.14: τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ,


Iliad 22.15: ἔβλαψάς μ’ ἑκάεργε θεῶν ὀλοώτατε πάντων


Iliad 22.16: ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος. ἦ κ’ έτι πολλοὶ


Iliad 22.17: γαῖαν ὀδὰξ εἷλον, πρὶν Ἴ̈λιον εἰσ ἀφικέσθαι:


Iliad 22.18: νῦν δ’ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο. τοὺς δ’ ἐσάωσας:


Iliad 22.19: ῥηϊδίως: ἐπεὶ οὔ τι τίσιν γ’ ἔδδεισας ὀπίσσω:


Iliad 22.20: ἦ σ’, ἂν, τισαίμην, εἴ μοι δύναμίς γε παρείη:

Commented on by msAim 22.2


Iliad 22.21: ὡς εἰπὼν. προτὶ ἄστυ, μέγα φρονέων ἐβεβήκει.


Iliad 22.22: σευάμενος, ὥς θ’ ἵππος ἀεθλοφόρος σὺν όχεσφιν:


Iliad 22.23: ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο:

Commented on by msA 22.5, msAim 22.3


Iliad 22.24: ὡς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα:


Iliad 22.25: τὸν δ’ ὁ γέρων Πρίαμος πρῶτος ἴ̈δεν ὀφθαλμοῖσι


Iliad 22.26: παμφαίνονθ’ ὥς τ’ ἀστέρ’. ἐπεσσύμενον πεδίοιο:


Iliad 22.27: ὅς ῥά τ’ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οι αὐγαὶ

Commented on by msAint 22.1


Iliad 22.28: φαίνονται πολλοῖσι μετ’ ἄστρασι, νυκτὸς ἀμολγῷ:

Commented on by msA 22.8


Iliad 22.29: ὅν τε κύν’ Ὠρίωνος ἐπίκλισιν καλέουσι:

Commented on by msA 22.6, msA 22.7, msAim 22.4


Iliad 22.30: λαμπρότατος μὲν ὅ δ’ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται:


Iliad 22.31: καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν:

Commented on by msA 22.9, msAext 22.1


Iliad 22.32: ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.


Other texts (12 passages)


Scholia group: msAext

msAext 22.1: ση ὅτι ἅπαξ ὁ πυρετός:

Comments on 22.31


Scholia group: msAint

msAint 22.1: οτ αντ αρίδηλοι οὐ γὰρ ὁ ζηλοί ἔγκειται⁑

Comments on 22.27


Scholia group: msAil

msAil 22.2: αν εισιν ἀνατέλλει

Comments on 22.26@ὀπώρῃς ἐῖσιν


Scholia group: msAim

msAim 22.2: ἀπ’ ἀλλης ἀρχῆς τοῦτο ἀναγνωστ τοῦ η ψιλουμενον⁑

Comments on 22.20


msAim 22.3: ουτ λείπει ἡ δι α δια πεδιου⁑

Comments on 22.23


msAim 22.4: οτ περισσὸς ὁ τὲ σύνδεσμος⁑

Comments on 22.29


Scholia group: msA

msA 22.4: ῆ νύ τοι οὔ τι μέλει Τρώων πόνος οὓς ἐφόβησας: ὅτι σαφῶς ὁ πόνος οὐκ έστιν ἀλγηδών: οὐ γὰρ ἂν λέγοιτο οὐ μέλει σοι ἡ τῶν Τρώων ἀλγηδών: ἀλλ’ οὕτως εἴρηκεν ἀντι τοῦ οῦ μέλλει σοι τὸ περὶ τοὺς Τρῶας πονεῖν καὶ ἐνεργεῖν καὶ ὅτι ἐφόβησας εἰς φυγὴν ἔτρεψας:

Comments on 22.11


msA 22.5: ὁς ῥά τε ῥεῖα: ὅτι θέησιν ἀντι τοῦ θέη πλεονάζει δὲ τῷ τοιούτῳ σχήματι Ἴβυκος καὶ ὅτι ἐλλειπει ἡ δία διὰ πεδίου:

Comments on 22.23


msA 22.6: ὄν τε κύν’ Ὠρίωνος . ὁ Σιδώνιος ὑφ ἓν ἀναγινώσκει ἄμεινον δὲ κατα παράθεσιν ὅτι οἱ κῦνες πολλάκις ὀνομάζονται μετα τῶν κτητόρων. οἷον Κέρβερος Ἅιδου : Ὄρθος Γηρυόνου , Ἄλκαινα Ἀκταίωνος . οὕτως κυνα Ὡρίωνος τὸ δε κυνηγετικον αὐτον εἰναι καὶ πλησίον κατηστέρισαν τὸν κύνα ⁑

Comments on 22.29


msA 22.7: ὀν τε Κυνωρίωνος . τὸν ἀστρωῶν κύνα οὕτ ἔφη. ἔνιοι δε φασὶν τὸν κατηστερισμένον κύνα οὐκ Ὠρίωνος ἀλλ’ Ηριγένης ὑπάρχειν ὃν κατηστερισθῆναι δια τοιαύτην αιτίαν: Ϊκάριος . γένος μὲν ἧν Ἀθηναῖος ἔσχεν δὲ θυγατέρα μονογενῆ Ἡριγόνην ἥτις κύνα νήπιον ἔτρεφε: ξενίσας δέ ποτε ὁ Ϊκαριος Διόνυσον ἔλαβεν ἀπ αυτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα. κατα δε τὰς τοῦ θεοῦ ὑποθήκας περίϊει τὴν γῆν προφαίνων τὴν τοῦ Διονύσου χαριν έχων σὺν ἑαυτῷ τὸν κύνα. γενόμενος δὲ ἐντὸς τὴς πόλεὼς βουκόλοις οἶνον παρέσχεν: οἱ δὲ ἀθρόως ἐμφορησάμενοι οἱ μὲν ἐς βαθὺν ὕπνον ἐτράπησαν: οἱ δὲ περιλειπόμενοι νομίσαντες θανάσιμον εῖναι φαρμακον τὸ πόμα, πλήσσοντες ἐφόνευσαν τὸν Ϊκάριον : μεθ ἡμέραν δὲ νηψάντῶν αὐτῶν καταγνώντες ἑαυτῶν εἰς φυγὴν ἐτράπησαν: ὁ δε κύων ὑποστρέψας προς τὴν Ηριγένην δι ορυγμοῦ ἐμήνυσ αὐτῆ τὰ λεγόμενα. ἡ δε μαθοῦσα τ’ ἀληθὲς ἑαυτὴν ἀνήρτησε νόσου δὲ ἐν Ἀθήναις γενομένης κατα χρησμὸν Ἀθηναῖοι τόν τε Ϊκαριον καὶ τὴν καὶ τὴν Ἡριγόνην ἐνιαυσίαις ἐγεραιρον τιμαῖς. οἱ καὶ καταστερηθέντες Ϊκάριον μὲν βοώτης ἐκλήθη: Ἡριγόνη δὲ παρθένος : ὁ δε κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. ἡ ϊστορία παρὰ Ἐρατοσθένει ⁑

Comments on 22.29


msA 22.8: πολλοῖσι μετ’ άστρασι: Ἀρίσταρχος ὡς πατράσιν: ἄμεινον δὲ προπαροξύνειν ὥσπερ καὶ τοῖς πλείωσιν ἔδοξε καὶ Φιλοξένῳ ἵνα αὐτῆς τῆς πτώσεως λέγω δὲ τῆς δοτικῆς μεταπλασμον λάβωμεν: ὅτι γὰρ κατα πτῶσιν γίνονται μεταπλασμοὶ ἐξουσίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ετέροις. ὃν οὖν τρόπον. ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο: ἔγκασι φωτός καί οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν. ἥ τε προβάτοις πρόβασιν, ἥ τε πετάλοις πέταλσι, οὕτως ἄστροις ἄστρασι ἐπεισελθόντος τοῦ ᾱ ἵνα συστῆ ἡ λέξις⁑

Comments on 22.28


msA 22.9: καί τε φέρει πολλὸν: ὅτι ἅπαξ ἐνταῦθα ὁ πυρετός. καὶ ὅτι πυρετὸν κυρίως λέγει οὐχ ώς τινες δέχονται τὴν διάκαυσιν τοῦ ἀέρος πρὸς γὰρ τὸ φθοροποιὸν ἡ παραβολή: καὶ ὅτι δειλοῖσιν ἀντι τοῦ δειλαίοις.

Comments on 22.31


previousnext
msA 282rmsA 283r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1