Venetus A (Marciana 454 = 822), folio 283, recto

previousnext
msA 282vmsA 283v

Iliad text (25 lines)


Iliad 22.33: ᾤμωξεν δ’ ὁ γέρων: κεφαλὴν δ’ ὅ γε κόψατο χερσὶν.


Iliad 22.34: ὑψόσ’ ἀνασχόμενος. μέγα δ’ οἰμώξας ἐγεγόνει.


Iliad 22.35: λισσόμενος φίλον υἱὸν: ὁ δὲ προπάροιθε πυλάων


Iliad 22.36: ἑστήκει. ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι:

Commented on by msAint 22.2


Iliad 22.37: τὸν δ’ ὁ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς:


Iliad 22.38: Ἕκτορ . μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον


Iliad 22.39: οἶος ἄνευθ’ ἄλλων: ἵνα μὴ τάχα πότμον ἐπίσπῃς


Iliad 22.40: Πηλείωνι δαμεὶς. ἐπεὶ ῆ πολὺ φέρτερός ἐστι:

Commented on by msAint 22.3


Iliad 22.41: σχέτλιος: αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο

Commented on by msA 22.10, msA 22.12


Iliad 22.42: ὅσσον ἐμοὶ. τάχα κέν, ἑ, κύνες καὶ γῦπες ἔδονται

Commented on by msAim 22.5


Iliad 22.43: κείμενον. ῆ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι:


Iliad 22.44: ὅς μ’ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εῦνιν ἔθηκε.


Iliad 22.45: κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων:


Iliad 22.46: καὶ γὰρ νῦν δύο παῖδε. Λυκάονα καὶ Πολύδωρον


Iliad 22.47: οὐ δύναμαι ἰ̈δέειν, Τρώων εἰς ἄστυ ἀλέντων.


Iliad 22.48: τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν:

Commented on by msAint 22.4


Iliad 22.49: ἂλλ’ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἢ τ’ ὰν ἔπειτα

Commented on by msA 22.11


Iliad 22.50: χαλκοῦ τε χρυσοῦ τ’ ἀπολυσόμεθ’. ἔστι γὰρ ἔνδον:

Commented on by msAim 22.6


Iliad 22.51: πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης :

Commented on by msAint 22.5, msA 22.13, msA 22.14


Iliad 22.52: εἰ δ’ ἤδη, τεθνᾶσι. καὶ εἰν Ἀΐδαο δόμοισιν.

Commented on by msA 22.15


Iliad 22.53: ἄλγος ἐμῷ θυμῶ καὶ μητέρι, τοῖ τεκόμεσθα:


Iliad 22.54: λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον ἄλγος


Iliad 22.55: ἔσσεται. ἢν, μὴ καὶ σὺ θάνῃς. Ἀχιλῆϊ δαμασθείς:

Commented on by msAint 22.6


Iliad 22.56: ἂλλ’ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος. ὄφρα σαώσῃς


Iliad 22.57: Τρῶας καὶ Τρῳάς . μὴ δὲ μέγα κῦδος ὀρέξῃς

Commented on by msA 22.16


Other texts (17 passages)


Scholia group: msAint

msAint 22.2: ουτ Ἀριστχ ἑστήκει άνευ τοῦ ϊ

Comments on 22.36


msAint 22.3: πρὸς τὸ σχῆμα:

Comments on 22.40


msAint 22.4: ουτ Ἀρισταρχ δια τοῦ τ ἄλλοι δὲ οὕσοι⁑

Comments on 22.48


msAint 22.5: αἱ ἀπο τ ῶν πόλεων παιδὶ φίλῳ⁑⁑

Comments on 22.51


msAint 22.6: πρὸς τὸ σχημ αντ τοῦ υπ αχιλλε , ὡς Τρωσὶ δαμεῖς ⁑

Comments on 22.55


Scholia group: msAil

msAil 22.3: εντὸς έσομαι λυπ

Comments on 22.43@πραπίδων


msAil 22.4: ερημον χηρον

Comments on 22.44@εῦνιν


msAil 22.5: πιπρασων

Comments on 22.45@περνὰς


Scholia group: msAim

msAim 22.5: Αρισταρχ έδοιεν⁑

Comments on 22.42


msAim 22.6: εν αλλω απλύσομεν ⁑

Comments on 22.50


Scholia group: msA

msA 22.10: σχέτλιος αἴθε θεοῖσι: σημειοῦνται τὶνες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωκεν⁑

Comments on 22.41


msA 22.11: ἀλλ εἰ μὲν ζώουσι μετα στρατῷ ὅτι περισσὸς ὁ ἂν σύνδεσμος: εἰ γὰρ ἐνετέτακτο κυρίως. ἐπήνεγκεν ἂν ἀπολυσαμεθα⁑

Comments on 22.49


msA 22.12: φίλος τοσσόνδε: προ τέλους ἡ ὀξεῖα ἓν γάρ ἐστι μέρος λόγου ⁑

Comments on 22.41


msA 22.13: πολλὰ γὰρ ὥπασε παιδὶ γέρων ὅτι κατα σύνθετον προενεκτέον: σημαίνει δὲ τὸ ὅλον ὀνομαστος: ὁ γὰρ κλυτὸς ἐπι τοῦ διαβεβοημένου. καὶ ὅτι οἱ πατέρες ταῖς θυγατράσι γαμουμέναις δῶρα παρεῖχον: ἐγω δ’ ἐπι μείλια δώσω ⁑

Comments on 22.51


msA 22.14: ὀνομάκλυτος Ἄλτης : ὡς τοξόκλυτος. οὕτως δὲ καὶ Ἀρίσταρχος : ἐν μέντοι τῆ κατα παράθεσιν ἀναγνωστέον: ἐμοὶ δ’ ὄνομα ειτα κλυτὸς Αἴθων ἰδίᾳ συστῆσαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα ἐπεί τοι ἔσται κλεμάμενος λόγος εἴπομεν δὲ ἐν τοῖς προ τούτου βιβλίοις πότε τὸ κλυτὸς κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει: τὸν τόνον καὶ πότε ἀναδίδωσιν.⁑

Comments on 22.51


msA 22.15: εἰ δ’ ἤδη τεθνᾶσι: βραχυ διασταλτεον ἐπι τὸ τεθνᾶσι καὶ ὑποστικτέον δόμοισι : ἴσως δ’ ἄν τις ἐπι τὸ τεθνᾶσι ὑποστίζοι: τὰ δὲ ἑξῆς πάντα συνάπτοι ἵν’ ᾖ ὁ λόγος, καὶ ἀποθανόντες ἀνιασόμεθα: ὁμοιως το εἰ δὲ θανόντων περ καταληθ εἰν Ἀΐδαο αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι ⁑

Comments on 22.52


msA 22.16: Τρῶας καὶ Τρωὰς ἤτοι στικτέον μετὰ τὸ Τρῶας . καὶ Τρῳὰς , ἵνα ἀπ ἄλλης ἀρχης ἀπα γορευτικος ὁ λόγος γένηται μὴ δὲ μέγα κῦδος ὀρέξῃς . εἰ δὲ συνάψοιμεν ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν κοινοῦ νοουμένου τοῦ ὄφρα . ἵνα σαῴσης καὶ μὴ ὀρέξῃς . ἤτοι καὶ μὴ ἀμερθῇς αἰῶνος ⁑

Comments on 22.57


previousnext
msA 282vmsA 283v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1