Venetus A (Marciana 454 = 822), folio 283, verso
previous | next |
---|---|
msA 283r | msA 284r |
Iliad text (25 lines)
Iliad 22.58: Πηλείδῃ . αὐτὸς δὲ φίλης, αἰῶνος ἀμερθῇς:
Iliad 22.59: πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον.
Commented on by msAim 22.7
Iliad 22.60: δύσμορον, ὅν ῥα πατὴρ. Κρονίδης ἐπὶ γήραος οὐδῷ
Commented on by msAint 22.7
Iliad 22.61: αἴσῃ ἐν ἀργαλέῃ φθίσει. κακὰ πόλλ’ ἐπ’ ιδόντα:
Iliad 22.62: υἷάς τ’ ὀλλυμένους: ἑλκηθείσας τε θύγατρας.
Commented on by msAim 22.8
Iliad 22.63: καὶ θαλάμους κεραϊζομένους: καὶ νήπια τέκνα
Iliad 22.64: βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι:
Iliad 22.65: ἑλκομένας τε, νυοὺς ὀλοῇς ὑπο χερσὶν Ἀχαιῶν :
Iliad 22.66: αὐτὸν δ’ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
Commented on by msA 22.17
Iliad 22.67: ὠμησταὶ ἐρύουσιν. ἐπεί κέ τις ὀξέϊ χαλκῷ
Iliad 22.68: τύψας, ἠὲ βαλὼν, ῥεθέων ἐκ θυμὸν ἕληται.
Commented on by msAint 22.8, msA 22.20, msA 22.21
Iliad 22.69: οὓς τρέφον ἐν μεγάροισι. τραπεζῆας πυλαωρούς:
Commented on by msAim 22.9
Iliad 22.70: οἵ κ’ ἐμὸν αἷμα πιόντες. ἀλύσσοντες περι θυμῷ
Commented on by msA 22.22
Iliad 22.71: κείσοντ’ ἐν προθύροισι: νέῳ δέ τε πάντ’ ἐπέοικεν:
Iliad 22.72: ἄρηϊ κταμένῳ: δεδαϊγμένῳ ὀξέϊ χαλκῷ.
Iliad 22.73: κεῖσθαι: πάντα δὲ καλὰ θανόντι περ, ὅττι φανήῃ:
Commented on by msAim 22.10
Iliad 22.74: ἂλλ’ ὅτε δὴ πολιόν τε κάρη. πολιόν τε γένειον.
Iliad 22.75: αἰδῶ τ’ αἰσχύνωσι κύνες κταμένοιο γέροντος.
Commented on by msAext 22.2, msAim 22.11
Iliad 22.76: τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν:
Iliad 22.77: ῆ ῥ’ ὁ γέρων: πολιὰς δ’ ὰρ ἀνα τρίχας ἕλκετο χερσὶ
Iliad 22.78: τίλλων ἐκ κεφαλῆς. οὐδ’ Ἕκτορι θυμὸν ἔπειθε:
Iliad 22.79: μήτηρ δ’ αὖθ’ ἑτέρωθεν ὀδύρετο δακρυχέουσα.
Iliad 22.80: κόλπον ἀνῐεμένη. ἑτέρηφι δὲ μαζὸν ἀνέσχε.
Commented on by msA 22.23
Iliad 22.81: καί μιν δακρυχέουσ’. ἔπεα πτερόεντα προσηύδα:
Iliad 22.82: Ἕκτορ τέκνον ἐμόν. τάδε τ’ αἴδεο. καί μ’ ἐλέησον
Other texts (22 passages)
Scholia group: msAext
msAext 22.2: αἰδεο
Comments on 22.75
Scholia group: msAint
msAint 22.7: τῶ τέλει τῇ εξόδω⁑
Comments on 22.60
msAint 22.8: ἐν ἀλλω ἕλοιτο⁑
Comments on 22.68
Scholia group: msAil
msAil 22.6: στερηθεῖς
Comments on 22.58@ἀμερθῇς
msAil 22.7: ουτ ορθοτονητ
Comments on 22.59@ἔμε
msAil 22.8: καλῶς οι παραινοῦντα
Comments on 22.59@φρονέοντ’
msAil 22.9: τελευταῖον
Comments on 22.66@πύματον
msAil 22.10: ὡμοφάγοι
Comments on 22.67@ὠμησταὶ
msAil 22.11: τους παρεστῶτας τῃ τραπεζη
Comments on 22.69@τραπεζῆας
msAil 22.12: αδημονοῦντες
Comments on 22.70@ἀλύσσοντες
Scholia group: msAim
msAim 22.7: σημειωτεον οτ τὰ η με τοῦ λο ἔχει ὁ στιχος:
Comments on 22.59
msAim 22.8: προαναφωνεῖ τὴν Ἰλίου ἄλωσιν⁑
Comments on 22.62
msAim 22.9: Ἀρισταρχ : θυραωρούς , θυρακοφύλακας⁑
Comments on 22.69
msAim 22.10: ουτ Ἀρίσταρχ φάνηη δια τω β η ⁑
Comments on 22.73
msAim 22.11: τὰ αιδοῖα⁑
Comments on 22.75
Scholia group: msA
msA 22.17: αὐτὸν δ’ ὰν πύματόν τε, ὅτι ἀντι τοῦ ἄκραις . πρώτῃσι δὲ πύλῃσι προς τὸ άξαντ’ ἐν πρώτῳ ῥυμῷ ⁑
Comments on 22.66
msA 22.18: ὠμισταὶ ἐρύουσιν: ὅτι χρόνος ήλλακται ἀντι τοῦ ἐρύσουσιν καὶ ἐν νευρὴν ἐντανύει ἀντι τοῦ ἐντανύσειν ⁑
Comments on 22.67
msA 22.19: ὡμησταί: Ἀρίσταρχος ὡς ἀθληταὶ Τυραννίων δὲ ὡς κομῆται : ἔφαμεν δὲ ἐν τῇ Λ ἐντελῶς περι τῆς προσωδίας, ὡς ἐπέκράτησεν ἡ Ἀρισταρχου ⁑
Comments on 22.67
msA 22.20: τύψας ἠὲ βαλὼν πρὸς τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι: καὶ ὅτι ῥέθη πάντα τὰ μέλη οἱ δὲ Αιολεῖς τὸ πρόσωπον ⁑
Comments on 22.68
msA 22.21: ῥεθέων μελῶν: δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικον καὶ ψυχικόν ἐστι ῥέθη δὲ τὰ ζῶντα μέλη: Αἰολεῖς δὲ τὸ πρόσωπον καὶ ῥεθομαλιδας τοὺς εὐπροσώπους φασί : Διονύσιος δέ φησὶ καὶ νῦν τὸ πρόσωπον δηλοῦσθαι δια γαρ μυκτήρων ἠ στόματος ἐκπλέομεν καί τοί γε τοῦ ποιητοῦ λέγοντος ψυχῇ δὲ κατ οuταμένην ὠτειλὴν ἔσσυτο ⁑
Comments on 22.68
msA 22.22: αλύσσοντες: ὑπο λησμονῆς ἀλύοντες. οἷον ἐν άλλῃ ὄντες. δυσφοροῦντες: οἱ δὲ εῖπον ἐπι τὸ ἄγαν λυσσῶντες⁑
Comments on 22.70
msA 22.23: κόλπον ἀνιεμένη: ὅτι ἀντι τοῦ χαλῶσα ἀναστέλλουσα: καὶ ἐν αἴγας ἀνιεμένους , ἀναδέροντας: ἔστιν οὖν, ἀπογυμνοῦσα τὸ κατα τοὺς μαστοὺς κόλπωμα⁑ αἴγας ἀνιεμένους
Comments on 22.80
previous | next |
---|---|
msA 283r | msA 284r |