Venetus A (Marciana 454 = 822), folio 284, recto
previous | next |
---|---|
msA 283v | msA 284v |
Iliad text (25 lines)
Iliad 22.83: αὐτήν. εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον.
Commented on by msAint 22.9
Iliad 22.84: τῶν μνῆσαι φίλε τέκνον. ἄμυνε δὲ δήϊον ἄνδρα:
Commented on by msA 22.25
Iliad 22.85: τείχεος ἐντὸς ἐών. μὴ δὲ πρόμος ἵστασο τούτῳ:
Commented on by msA 22.26, msAim 22.12
Iliad 22.86: σχέτλιος: εἴ περ γάρ σε κατακτάνῃ. οὔ σ’ ἔτ’ ἔγωγε
Iliad 22.87: κλαύσομαι ἐν λεχέεσσι φίλον τέκος. ὃν τέκον αὐτὴν:
Commented on by msAim 22.13
Iliad 22.88: οὐδ’ ἄλοχος πολύδωρος: ἄνευθε δέ σε μέγα, νῶϊν.
Commented on by msA 22.27
Iliad 22.89: Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται:
Iliad 22.90: ὡς τό γε κλαίοντε προσαυδήτην φίλον υἱὸν,
Iliad 22.91: πολλὰ λισσομένω. οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον:
Commented on by msA 22.28
Iliad 22.92: ἂλλ’ ὅ γε μίμν’ Ἀχιλῆα πελώριον ἆσσον ἰ̈όντα:
Iliad 22.93: ὡς δε δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρά μένῃσι
Commented on by msA 22.29
Iliad 22.94: βεβρωκὼς κακὰ φάρμακ’. ἔδυ δέ τε μιν χόλος αἰνὸς.
Iliad 22.95: σμερδαλέον δὲ δέδορκεν, ἐλισσόμενος περὶ χειῇ.
Iliad 22.96: ὡς Ἕκτωρ ἄσβεστον ἔχων μένος. οὐχ ὑπεχώρει:
Iliad 22.97: πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ’ ἐρείσας:
Iliad 22.98: ὀχθήσας δ’ ἄρα εἶπε προς ὃν μεγαλήτορα θυμόν:
Iliad 22.99: ᾤ μοι ἐγών. εἰ μέν κε πύλας καὶ τείχεα δύω,
Iliad 22.100: Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει:
Iliad 22.101: ὅς μ’ ἐκέλευε Τρωσὶ ποτι πτόλιν ἡγήσασθαι
Iliad 22.102: νύχθ’ ὕπο τῆνδ’ ὀλοήν. ὅτε τ’ ὤρετο δῖος Ἀχιλλεύς .
Iliad 22.103: ἂλλ’ ἐγὼ οὐ πιθόμην, ἦ τ’ ἂν, πολὺ κέρδιον ῆεν:
Iliad 22.104: νῦν δ’ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν.
Iliad 22.105: αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους.
Iliad 22.106: μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο.
Iliad 22.107: Ἕκτωρ ἧφι βίηφι πιθήσας. ὤλεσε λαόν:
Other texts (13 passages)
Scholia group: msAint
msAint 22.9: ουτ διὰ τ τ εἴποτέ τοι
Comments on 22.83
Scholia group: msAil
msAil 22.13: τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν ἁπαντα
Comments on 22.83@λαθικηδέα
msAil 22.14: ἐν όρει διατρίβων
Comments on 22.93@ὀρέστερος
msAil 22.15: ὡρμησεν
Comments on 22.102@ὤρετο
msAil 22.16: φρενοβλαβίαις
Comments on 22.104@ἀτασθαλίῃσιν
Scholia group: msAim
msAim 22.12: ουτ Αρισταρχ ἄλλοι δὲ ἰων⁑
Comments on 22.85
msAim 22.13: γράφεται φίλον θάλος:⁑
Comments on 22.87
Scholia group: msA
msA 22.24: αὐτὴν εἴποτέ τοι: ἤτοι συναπτέον μέχρι τοῦ ἐπέσχον εἶτα ἀπ’ άλλης ἀρχῆς, τῶν μνῆσει φίλε τέκνον: ῆ στικτέον αὐτή. εἶτ’ ἀπ’ άλλης ἀρχῆς. εἴποτέ τοι λάθη κηδέα ἔστι δὲ ὑποστιγμὴ μετα τὸ ἐπέσχον ⁑
Comments on 22.83-22.84
msA 22.25: τῶν μνῆσαι φίλε τέκνον: ὅτι ἰδίως φίλε τέκνον ἀντι τοῦ φίλον τέκνον . καὶ ἄμυνε ἀντι τοῦ ἀμύνου ⁑
Comments on 22.84
msA 22.26: τείχεος ἐντὸς ὅτι σαφῶς πρόμος ὁ πρόμαχος οὐχ ὁ βασιλεύς⁑
Comments on 22.85
msA 22.27: οὐδ’ ἄλοχος πολύδωρος: ὅτι ἔδνα ἐδίδοσαν οἱ παλαιοὶ ταῖς θυγατράσι: καὶ πολύδωρον λέγει τὴν πολύεδνον⁑
Comments on 22.88
msA 22.28: πολλὰ λισσομένω: ὅτι ὑπερβίβασται ὁ δε Ἔκτορι δὲ θυμὸν οῦκ ἔπειπον προς τὸ οὐδ’ ἴ̈κετο γήραος οὐδόν ⁑
Comments on 22.91
msA 22.29: ὡς δε δράκων ἐπι εχειῆ : ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν ἀπο τοῦ χεῖσθαι ὅ ἐστι χωρῆσαι. εἰς αυτὸ γὰρ μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἕλυτρον. οὐδ’ ὡς δ’ ἀμφοτέρους ὅδε χείσεται : ἔνιαι δὲ τῶν κατα πόλεις δια τοῦ ν ὀρέστερον , καὶ ἀντι τοῦ μένῃσι δοκεύῃ ⁑
Comments on 22.93
previous | next |
---|---|
msA 283v | msA 284v |