Venetus A (Marciana 454 = 822), folio 284, verso
previous | next |
---|---|
msA 284r | msA 285r |
Iliad text (25 lines)
Iliad 22.108: ὡς ἐρέουσιν: ἐμοὶ δὲ τότ’ ἂν πολὺ κέρδιον εἴη
Commented on by msAim 22.14
Iliad 22.109: ἄντην, ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι:
Commented on by msAint 22.10
Iliad 22.110: ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς προ πόληος⁚
Commented on by msA 22.30
Iliad 22.111: εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν.
Commented on by msA 22.31
Iliad 22.112: καὶ κόρυθα βριαρήν. δόρυ δὲ πρὸς τεῖχος ἐρείσας.
Iliad 22.113: αὐτὸς ἰ̈ὼν. Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω:
Iliad 22.114: καί οἱ ὑπόσχωμαι Ἑλένην . καὶ κτήμαθ’ ἅμ’ αὐτῇ
Iliad 22.115: πάντα μάλ’ ὅσσά τ’ Ἀλέξανδρος κοίλῃς ἐπὶ νηυσὶν
Iliad 22.116: ἠγάγετο Τροίηνδ ‘ ἥ τ’ ἔπλετο, νείκεος ἀρχὴ.
Iliad 22.117: δωσέμεν Ἀτρείδῃσιν ἄγειν, ἅμα δ’ ἀμφὶς Ἀχαιοῖς
Commented on by msA 22.32
Iliad 22.118: ἄλλ’ ἀποδάσσεσθαι. ὅσσα πτόλις ἥδε κέκευθε.
Commented on by msAint 22.11, msAim 22.15
Iliad 22.119: Τρωσὶν δ’ αῦ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι,
Commented on by msAint 22.12
Iliad 22.120: μή τι κατακρύψειν: ἂλλ’ άνδιχα πάντα δάσασθαι:
Iliad 22.122: ἀλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός:
Commented on by msAim 22.16
Iliad 22.123: μή μιν ἐγὼ μὲν ἵ̈κωμαι ἰ̈ὼν. ὁ δέ μ’ οὐκ ἐλεήσει.
Iliad 22.124: οὐδέ τι μ’ αἰδέσεται: κτενέει δέ με γυμνὸν ἐόντα
Commented on by msA 22.35
Iliad 22.125: αύτως. ὥς τε γυναῖκα: ἐπεί κ’ ἀπο τεύχεα δύω:
Iliad 22.126: οὐ μέν πως νῦν ἑστιν ἀπὸ δρυὸς οὐδ’ ἀπο πέτρης
Iliad 22.127: τῷ ὀαριζέμεναι. ἅ τε παρθένος ἠΐθεός τε.
Iliad 22.128: παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιϊν:
Commented on by msAint 22.13
Iliad 22.129: βέλτερον αὖτ’ ἔριδι ξυνελαυνέμεν, ὅττι τάχιστα:
Commented on by msAim 22.17
Iliad 22.130: εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ:
Iliad 22.131: ὡς ὥρμαινε μένων. ὁ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
Iliad 22.132: ἶ̈σος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ:
Iliad 22.133: σείων Πηλιάδα μελίην κατα δεξιὸν ὦμον
Other texts (21 passages)
Scholia group: msAint
msAint 22.10: διχῶς καὶ κατακτειναντι⁑
Comments on 22.109
msAint 22.11: γρ ὅσα τε πτόλις
Comments on 22.118
msAint 22.12: γρ ομουμαι
Comments on 22.119
msAint 22.13: πρὸς τὴν ἐπανάληψιν τὸ πυκνῶς ἐν Ἰλιάδη
Comments on 22.128
Scholia group: msAil
msAil 22.17: τῆ πατρίδι δηλον ἐστιν
Comments on 22.113@ἀμύμονος
msAil 22.18: ικετεύσω
Comments on 22.123@ἵκωμαι
msAil 22.19: ὅτι τῷ Ἄρεϊ
Comments on 22.132@Ἐνυαλίῳ
msAil 22.20: τῷ Ἄρηι
Comments on 22.132@Ἐνυαλίῳ
Scholia group: msAim
msAim 22.14: αἱ κατα ἄνδρα πολὺ κάλλιον⁑
Comments on 22.108
msAim 22.15: Αρισταρχ ἀλλ’ ἀποδάσσεσθαι διὰ τ ε ⁑
Comments on 22.118
msAim 22.16: ουτ χω χωρὶς τοῦ δ αλλα τι η μοι
Comments on 22.122
msAim 22.17: ἐν αλλω όφρα τάχιστα τουτ δὲ ἑκατέρωθι δύναται προσδίδοσθαι⁑
Comments on 22.129
Scholia group: msA
msA 22.30: ‡ἠέ κεν αὐτῷ ὀλέσθαι: ὅτι ὁ κεν περισσὸς. καὶ ὅτι ἀμφίβολον πότερον εμοὶ αὐτῷ ὀλέσθαι : ἠ καθ Ὁμηρικὴν συνήθειαν ἀντι τοῦ ὑπ αυτοῦ ὀλέσθαι ⁑
Comments on 22.110
msA 22.31: εἰ δέ κεν ἀσπίδα μὲν: ἤρτηται μέχρι τοῦ ἀλλὰ τίη μοι ταυτα καὶ οὐδὲν αὐτοῖς ἀνταπεδόθη ἤτοι οὖν διαπορητικός ἐστι κἀνταῦθα ὁ λόγοςὡς ἐλέγομεν, κ’ ἂν τῇ Φ̄ .ἄρα τὴν ἀσπίδα καταθῶμαι καὶ τὴν περικεφυλαίαν.προς δε τὸ τεῖχος ἐρείσας τὸ δόρυ αὐτὸς προσέλθω Ἀχιλλεῖ ,καὶ τὰ καὶ τὰ ποιήσω:ἠ κομματικῶς εἰρῆσθαι ὑποληπτέονὡς καὶ ἡμῖν σύνδεσμος πολλάκις. ἀν δὲ κατὰ θῶμαι καὶ πορευθῶ δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν μετανοίᾳ γενόμενος πρὶν ἀνταποδοῦναι διακόψαι τὸν λόγον:τὸ ὅμοιον νοητέον καὶ ἐπι τῶν ὑπ Αγήνορος ἀνωτέρῳ λεγομένωνστίζομεν δὲ ταυτα ὡς πλῄρῃ⁑
Comments on 22.111
msA 22.32: δωσέμεν Ἀτρείδῃσιν : ὅτι ἀντι τοῦ ἀμφι δάσασθαι : διχὰ μερίσεσθαι : πάλιν δὲ ὁ δε̄ σύνδεσμος περισσός⁑
Comments on 22.117
msA 22.33: μή μιν ἐγὼ μὲνί̈κωμαι: τινὲς ὡς φιλῶμαι ἀναγινόσκουσιν ἵνα τὸ ϊκετεύσω σημαίνῃ οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν τόνον καὶ γὰρ βαρυνόμενον ταυτὸν ὑπισχνεῖται καὶ ἀκόλουθόν ἐστι μέσῳ δευτέρω ἀορίστω ὁριστικ τῷ τὴν ϊκόμην φεύγων . ὡς οὖν ἐλιπόμην , λίπωμαι , οὕτως ϊκόμην ϊκωμαι ⁑
Comments on 22.123
msA 22.34: μή μιν ἐγὼ μὲν ὅτι τὸ ί̈κωμαι ἀντι τοῦ ϊκετεύσω , παράκειται οὖν τὸ ϊὼν ἐπεὶ προσεγγιζομένοις ἂν προσφέρωμεν ϊκετείαν⁑
Comments on 22.123
msA 22.35: οὐδέ τι μ’ αἰδέσεται: ὅτι αἰδέσεται ὡς ϊκέτην προσδέξεται αἰδεῖσθαί θ’ ἱερῆα ⁑
Comments on 22.124
msA 22.36: οὐ μέν πως νῦν έστινἀπὸ δρυὸς οὐκ έστι φησίν ἄντικρυς Ἀχιλλεως μύθους διηγεῖσθαι: ὁποίους ἄν παρθένοι καὶ ἠί̈θεοι: οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσιν ἠ πέτραις εὑρίσκοντες, ἐνόμιζον ἐκ τούτων γεγένησθαι . ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις: οἱ παλαιοὶ νομάδι ἐχρῶντο τῷ βίῳ, οἰκίας μηδέπω κεκτημένοι: αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπο τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν εὑρίσκοντες δέ τινες νομίζοντες ἐκεῖθεν γεγενῆσθαι ἀνέτρεφον: ἡ ϊστορίαπαρα Διδύμῳ ⁑
Comments on 22.126
msA 22.37: οὐ μέν πως νῦν εστ ἀπο δρυὸς, οὐκ έστιν ἀρχαῖα μυθολογεῖν τῷ Ἀχιλλεῖ νηπίων δίκην ὡς τῶν πρώτων ἀνθρώπων ἐκ δρυῶν καὶ πετρῶν γεγεννῆσθαι λεγομένων⁑
Comments on 22.126
msA 22.38: παρθένος ἠΐθεός τ’ ὀαρίζετον: ὁ ἀρισμός ἐστιν ἀνδρὸς καὶ γυναικὸς ὁμιλίᾳ ὀάραι γὰρ αἱ γῦναῖκες⁑
Comments on 22.MISSING
previous | next |
---|---|
msA 284r | msA 285r |