Venetus A (Marciana 454 = 822), folio 285, verso
previous | next |
---|---|
msA 285r | msA 286r |
Iliad text (25 lines)
Iliad 22.159: καρπαλίμως: ἐπεὶ οὐχ ἱ̈ερήϊον οὐδε βοείην:
Commented on by msAim 22.20
Iliad 22.160: ἀρνύσθην. ἅ, τε ποσσὶν ἀέθλια γίνεται ἀνδρῶν:
Iliad 22.161: ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο:
Commented on by msA 22.45
Iliad 22.162: ὡς δ’ ὅτ’ ἀεθλοφόροι περι τέρματα μώνυχες ἵ̈πποι
Commented on by msA 22.46
Iliad 22.163: ῥίμφα μάλα τρωχῶσι. τὸ δὲ μέγα κεῖται ἄεθλον:
Iliad 22.164: ἠ τρίπος, ἠὲ γυνὴ, ἀνδρὸς κατατεθνειῶτος :
Commented on by msA 22.47
Iliad 22.165: ὡς τὼ, τρὶς, Πριάμοιο πόλιν περὶ δινηθήτην
Iliad 22.166: καρπαλίμοισι πόδεσσι: θεοὶ δ’ ἒς πάντες ὁρῶντο:
Iliad 22.167: τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε:
Iliad 22.168: ὢ πόποι: ῆ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
Iliad 22.169: ὀφθαλμοῖσιν ὁρῶμαι. ἐμὸν δ’ ὀλοφύρεται ῆτορ
Iliad 22.170: Ἕκτορος , ὅς μοι πολλὰ βοῶν ἐπι μηρί’ ἔκηεν
Commented on by msAim 22.21
Iliad 22.171: Ἴ̈δης ἐν κορυφῇσι πολυπτύχου. ἄλλοτε δ’ αῦτε
Iliad 22.172: ἐν πόλει ἀκροτάτῃ νῦν αὖτε δῖος Ἀχιλλεὺς
Commented on by msAim 22.22
Iliad 22.173: ἄστυ περὶ Πριάμοιο ποσὶν ταχέεσσι διώκει:
Iliad 22.174: ἂλλ’ άγετε φράζεσθε θεοὶ καὶ μητιάασθε.
Iliad 22.175: ἢέ μιν ἐκ θανάτοιο σαώσομεν. ἠέ μιν ἤδη
Iliad 22.176: Πηλείδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα:
Iliad 22.177: τὸν δ’ αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη :
Iliad 22.178: ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς, οἷον ἔειπες:
Iliad 22.179: ἄνδρα θνητὸν ἐόντα. πάλαι πεπρωμένον αίσῃ.
Iliad 22.180: ὰψ, ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι.
Iliad 22.181: έρδ’: ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι:
Iliad 22.182: τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς :
Iliad 22.183: θάρσει Τριτογένεια φίλον τέκος: οὔ νύ τι θυμῷ
Commented on by msA 22.48
Other texts (10 passages)
Scholia group: msAil
msAil 22.24: οὐ θυμα οῦ βύρσαν
Comments on 22.159@οὐδε βοείην
msAil 22.25: τάς καμπτήρας
Comments on 22.162@τέρματα
msAil 22.26: τρέχωσι
Comments on 22.163@τρωχῶσι
Scholia group: msAim
msAim 22.20: ἀντικατήλλασσον τῷ δρόμῳ⁑
Comments on 22.159
msAim 22.21: ὅτι ἐλλειπ ἡ περὶ περι Έκτορος ⁑
Comments on 22.170
msAim 22.22: ὅτι ὑπερθετικως αντ τοῦ ακροπο ⁑
Comments on 22.172
Scholia group: msA
msA 22.45: ἀλλα περὶ ψυχῆς: ὅτι ὡς περι ἑτέρων λέγει τρεχόντων περι τῆς Ἕκτορος ψυχῆς αὐτοῦ τοῦ Ἕκτορος ἐνὸς ὄντος τούτων⁑
Comments on 22.161
msA 22.46: περι τέρματα μώνυχες ἵπποι ἀντι τοῦ δια τὰ τέρματα εἰς γὰρ τούτους τὸ τέλος τῆς νίκης ἀπόκειται ἐπεὶ εἰ περὶ τὰ τέρματα δράμουσιν εὐφυῶς κάμπτειν, οῦ δύνανται οὕτως Εὔβουλος ⁑
Comments on 22.162
msA 22.47: ἢ τρίπος ἠὲ γυνη: ὅτι ἀμφίβολον, πότερον ἀνδρὸς τεθνεῶτος γυνὴ ἡ ἐπι τεθνειῶτι ἀνδρὶ ὃ καὶ ὑγιές : οὐκ οῖδεν γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους ἀγῶνας Ὅμηρος .⁑
Comments on 22.164
msA 22.48: θάρσει Τριτογένεια : ὅτι ἐνταῦθα ὑγιῶς λέγονται: κατα δὲ τὴν προ τῆς κώλου μάχης ἀγορὰν τῶν θεῶν οὐκέτι⁑
Comments on 22.183
previous | next |
---|---|
msA 285r | msA 286r |