Venetus A (Marciana 454 = 822), folio 286, recto
previous | next |
---|---|
msA 285v | msA 286v |
Iliad text (25 lines)
Iliad 22.184: πρόφρονι μυθέομαι. ἐθέλω δέ τοι ήπιος εἶναι:
Commented on by msAim 22.23
Iliad 22.185: έρξον ὅπῃ δή τοι νόος ἔπλετο: μὴ δέ τ’ ἐρώει:
Iliad 22.186: ὡς εἰπὼν, ὄτρυνε, πάρος μεμαυῖαν Ἀθήνην :
Iliad 22.187: βῆ δε κατ Ουλύμποιο καρήνων ἀΐξασα:
Iliad 22.188: Ἕκτορα δ’ ἀσπερχὲς κλονέων ἔφεπ’ ὠκὺς Ἀχιλλεύς :
Commented on by msA 22.49
Iliad 22.189: ὡς δ’ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται.
Iliad 22.190: όρσας ἐξ εὐνῆς, διά τ’ ἄγκεα, καὶ διὰ βήσσᾱς.
Commented on by msAint 22.15
Iliad 22.191: τὸν δ’ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπο θάμνῳ:
Iliad 22.192: ἀλλά τ’ ἀνιχνεύων θέει ἔμπεδον, ὄφρά κεν εὕρῃ.
Iliad 22.193: ὡς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλείωνα :
Iliad 22.194: ὁσσάκι δ’ ὁρμήσειε πυλάων Δαρδανιάων
Commented on by msAint 22.16
Iliad 22.195: ἀντίον ἀΐξασθαι. ἐϋδμήτους ὑπὸ πύργους,
Iliad 22.196: εἴ πως οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσσι.
Iliad 22.197: τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
Commented on by msA 22.50
Iliad 22.198: πρὸς πεδίον: αὐτὸς δὲ ποτι πτόλιος πέτετ’ αἰεί:
Commented on by msAint 22.17
Iliad 22.199: ὡς δ’ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν:
Iliad 22.200: οὔτ’ ὰρ, ὃ τὸν δύναται ὑποφεύγειν: οὔθ’ ὃ διώκειν:
Iliad 22.201: ὡς ῥα τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ’ ὃς, ἀλύξαι:
Commented on by msAint 22.18
Iliad 22.202: πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο.
Commented on by msAint 22.19, msA 22.52
Iliad 22.203: εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ’ Ἀπόλλων
Iliad 22.204: ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος. λαιψηρά τε γοῦνα:
Iliad 22.205: ἄλλοισιν δ’ ἀνένευε καρήατι δῖος Ἀχιλλεὺς .
Iliad 22.206: οὐδ’ ἔα, ϊέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα.
Iliad 22.207: μή τις κῦδος ἄροιτο βαλών: ὁ δὲ δεύτερος ἔλθοι:
Iliad 22.208: ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο.
Other texts (14 passages)
Scholia group: msAint
msAint 22.15: ὅτι αντ δι’ αγκέων καὶ βησσῶν
Comments on 22.190
msAint 22.16: ὅτι ἃς άνω Σκαιὰς νῦν Δαρδανίους⁑
Comments on 22.194
msAint 22.17: ουτ δια τοῦ ε πέτετο⁑
Comments on 22.198
msAint 22.18: ἐν ἄλλω ὡς ὁ τὸν ⁑
Comments on 22.201
msAint 22.19: αρισταρχ υπεξέφερεν
Comments on 22.202
Scholia group: msAil
msAil 22.27: προλαβών
Comments on 22.197@παραφθὰς
Scholia group: msAim
msAim 22.23: ὑποχώρει ἐνδίδου⁑
Comments on 22.184
Scholia group: msA
msA 22.49: σημειῶδες ὅτι μόνος Ὁμηρός φησι μονομαχῆσαι τὸν Ἕκτορα : οἱ δὲ λοιποὶ πάντες ἐνεδρευθῆναι ὑπο Ἀχιλλέως ⁑
Comments on 22.188
msA 22.50: τοσσάκι μιν προπάροιθεν: ὅτι τοπικῶς τὸ προπάροιθε δυνατὸν ἀκούειν εἰς τούμπροσθεν . δύνατῳν δὲ καὶ χρονικῶς. πρότερος φθάσας ἀπέτρεπεν αὐτὸν εἰς τὸ πεδίον ὁ καὶ ἔστιν ὑγιές. καὶ πρὸς τὸ παραφθὰς ὅτι κακῶς ἀντι τοῦ παραφθάσας ⁑
Comments on 22.197
msA 22.51: ὡς δ’ ἐν oνείρῳ ἀθετοῦνται στιχ τρεῖς, ὅτι καὶ τῇ κατασκευῇ καὶ τῷ νοήματι εὐτελεῖς. καὶ γὰρ ἀπραξίαν δρόμου καὶ τὸ ἀπαράβατον σημαίνουσιν ἐναντίως τῷ ὡς δέ τ’ ἀεθλοφόροι περι τέρματα μώνυχες ἵπποι ⁑
Comments on 22.199-22.201
msA 22.52: πῶς δέ κεν Ἕκτωρ ⁑ ἀξιοῦσι τοῦτον τὸν στίχον καθ αυτὸν ἀναγινώσκεσθαι ἐπεὶ ἐρωτητικός ἐστι φασίν εῖτα τους δύο τοὺς ἑξῆς κατὰ μίαν περικοπήν εἰσὶ μέντοι οἳ συνῆψαν τὸ πῶς . ἀόριστον ἐκδεχόμενοι ἐξέφυγε δάν πως ὁ Έκτωρ τὰς κῆρας, εἰ μὴ πύματον αὐτῷ συνήντησεν ὁ Ἀπόλλων ἡ διπλῆ προς τὸ ζητούμενον πῶς ὁ ποδώκης οὐ καταλαμβάνει τὸν Ἔκτορα : λέλυκε δὲ αὐτὸ ὁ ποιητής ὅτι ὑπὸ Ἀπόλλωνος ἐβοηθεῖτο⁑
Comments on 22.202
msA 22.53: ἐγγύθεν ὡς οἱ ἐπῶρσε, ἤτοι στικτέον εἰς τὸ γοῦνα καὶ ἀφ ετέρας ἀρχῆς ἄλλοισιν δ’ ἀνένευεν ἵν’ ᾗ τῶν προτέρων ὁ λόγος τοιοῦτος εὐθέως δ ἂν ἀπώλετο ὁ Ἕκτωρ εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησε τὸ πανύστατον: ἠ παντα συναπτέον ἕως τοῦ ὁδὲ δεύτερος ἔλθοι ἵν ᾗὁ λόγος. ἀνῄρητο δ’ ἂν Ἕκτωρ ἤδη: εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησεν τάχος ἐμπνεύσας: Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα ⁑
Comments on 22.204-22.207
msA 22.54: ἀλλ’ ὅτε δὴ τὸ τέταρτον: σημειοῦνται τινὲς δια τὸ δοκοῦν ἄπορον εῖναι μετα μικρὸν τούτων λεγομένων, τρεῖς περι άστυ μέγα Πριάμου δίον ⁑
Comments on 22.208
msA 22.55: ὡς ὁ τὸν οὐ δύνατο μάρψαι ποσί: πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς οὐ καταλαμβάνει τὸν Ἕκτορα καὶ φασίν: οἱ μὲν ἐπίτηδες αὐτὸν ὑπο τοῦ ποιητοῦ καταπεπονῆσθαι πολλῶ πόνῳ πρότερον ἵν’ ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη: οἱ δὲ ὅτι τὸν ἐνδοτέρῳκαὶ πρὸς τῷ τείχει δρόμον Ἕκτορος ποιουμένου Ἀχιλλεὺς διπλάσιον ἔκαμεν ἔξωθεν περιθέων⁑
Comments on 22.208
previous | next |
---|---|
msA 285v | msA 286v |