Venetus A (Marciana 454 = 822), folio 286, verso
previous | next |
---|---|
msA 286r | msA 287r |
Iliad text (25 lines)
Iliad 22.209: καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα.
Iliad 22.210: ὲν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο.
Commented on by msA 22.56
Iliad 22.211: τὴν μὲν Ἀχιλλῆος . τὴν δ’ Ἕκτορος ἱπποδάμοιο:
Iliad 22.212: ἕλκε δὲ μέσσα λαβὼν. ῥέπε δ’ Ἕκτορος αἴσιμον ἦμαρ:
Iliad 22.213: ᾤχετο δ’ εἰς Ἀΐδαο : λίπεν δέ, ἑ, Φοῖβος Ἀπόλλων :
Iliad 22.214: Πηλείωνα δ’ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη .
Iliad 22.215: ἀγχοῦ δ’ ἱ̈σταμένη ἔπεα πτερόεντα προσηύδα:
Iliad 22.216: νῦν δὴ νῶί̈ γ’ ἔολπα Διῒ φίλε. φαίδιμ’ Ἀχιλλεῦ .
Commented on by msA 22.57
Iliad 22.217: οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτι νῆας.
Iliad 22.218: Ἕκτορα δῃώσαντε μάχης ᾶτόν περ ἐόντα:
Iliad 22.219: οὔ οἱ νῦν ἔτι γ’ ἐστὶ, πεφυγμένον ἄμμι γενέσθαι.
Iliad 22.220: οὐδ’ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
Iliad 22.221: προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο:
Iliad 22.222: ἀλλὰ σὺ μὲν νῦν στῆθι: καὶ ἄμπνυε, τόνδε δ’ ἐγώ τοι
Iliad 22.223: οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι:
Iliad 22.224: ὡς φάτ’ Ἀθηναίη . ὁ δ’ ἐπείθετο. χαῖρε δὲ θυμῷ:
Iliad 22.225: στῆ δ’ ὰρ, ἐπι μελίης χαλκογλώχινος ἐρεισθείς:
Iliad 22.226: ἡ δ’ ἄρα, τὸν μὲν ἔλειπε, κιχήσατο δ’ Ἕκτορα δῖον.
Iliad 22.227: Δηϊφόβῳ ἐικυῖα δέμας καὶ ἀτειρέα φωνήν:
Iliad 22.228: ἀγχοῦ δ’ ἱσταμένη. ἔπεα πτερόεντα προσηύδᾱ:
Iliad 22.229: ἠθεῖ’: ῆ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς .
Commented on by msA 22.58
Iliad 22.230: ἄστυ περὶ Πριάμοιο ποσὶν ταχέεσσι διώκων:
Iliad 22.231: ἂλλ’ ἄγε δὴ, στέωμεν: καὶ ἀλεξώμεσθα μένοντες:
Iliad 22.232: τὴν δ’ αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ :
Iliad 22.233: Δηΐφοβ ‘. ῆ μέν μοι τὸ πάρος πολὺ φίλτατος ῆσθα
Other texts (3 passages)
Scholia group: msA
msA 22.56: ἐν δ ετίθει δύο κῆρε: ὅτι ἐντεῦθεν ἡ Ψυχοστασία Αἰσχύλου πέπλασται ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος οὐ θανατηφόρους μοίρας⁑
Comments on 22.210
msA 22.57: νῦν δὴ νῶϊ γ’, ὅτι Ζηνόδοτος γράφει νῶϊν . τοῦτο δέ ἐστιν ἡμῖν ἢ ἡμῶν, ὅπερ οὐ συμφωνεῖ, τὸ δε νῶϊ χωρὶς τοῦ ν σημαίνει ἡμᾶς. ἠ ἡμῖς ὅπερ νῦν λέγει ἡμᾶς ἔολπα οἴεσθαι μέγα κῦδος⁑
Comments on 22.216
msA 22.58: ‡ ἠθεῖ’ ἠ μάλα δήσε: ὅτι νεωτέρου προς πρεσβύτερον σεπτικῆ προσφώνησις ἐστι τοῦ ἠθεῖε ⁑
Comments on 22.229
previous | next |
---|---|
msA 286r | msA 287r |