Venetus A (Marciana 454 = 822), folio 287, recto
previous | next |
---|---|
msA 286v | msA 287v |
Iliad text (25 lines)
Iliad 22.234: γνωτῶν: οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας:
Iliad 22.235: νῦν δ’ έτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι:
Iliad 22.236: ὃς ἔτλης ἐμεῦ είνεκ’, ἐπεὶ ἴ̈δες ὀφθαλμοῖσι.
Iliad 22.237: τείχεος ἐξελθεῖν: ἄλλοι δ’ ἔντοσθε μένουσι:
Iliad 22.238: τὸν δ’ αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη :
Iliad 22.239: ἠθεῖ’: ῆ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
Commented on by msAim 22.24
Iliad 22.240: λίσσονθ’ ἑξείης γουνούμενοι. ἀμφὶ δ’ ἑταῖροι.
Iliad 22.241: αὖθι μένειν, τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες.
Iliad 22.242: ἂλλ’ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ:
Iliad 22.243: νῦν δ’ ἰ̈θὺς μεμαῶτε μαχώμεθα: μη δέ τι δούρων
Iliad 22.244: ἔστω φειδωλὴ. ἵνα εἴδομεν. εἴ κεν Ἀχιλλεὺς
Iliad 22.245: νῶϊ κατακτείνας, ἔναρα βροτόεντα φέρηται
Iliad 22.246: νῆας ἐπὶ γλαφυρὰς. ἤ κεν σῷ δουρὶ δαμείῃ:
Iliad 22.247: ὡς φαμένη: καὶ κερδοσύνῃ ἡγήσατ’ Ἀθήνη :
Commented on by msAint 22.20, msA 22.60
Iliad 22.248: οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰ̈όντες:
Iliad 22.249: τὸν πρότερος προσέειπε μέγας κορυθαιόλος Ἕκτωρ :
Iliad 22.250: οὔ σ’ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
Commented on by msAint 22.21
Iliad 22.251: τρὶς, περι ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποπτ‘ ἔτλην
Commented on by msAint 22.22, msA 22.61
Iliad 22.252: μεῖναι ἐπερχόμενον. νῦν αῦτέ με θυμὸς ἀν ἧκε
Iliad 22.253: στήμεναι ἀντία σεῖο. ἕλοιμί κεν. ἤ κεν ἁλοίην:
Iliad 22.254: ἂλλ’ άγε δεῦρο θεοὺς ἐπιδώμεθα: τοὶ γὰρ ἄριστοι
Commented on by msAint 22.23
Iliad 22.255: μάρτυροι ἔσσονται. καὶ ἐπίσκοποι ἁρμονιάων:
Iliad 22.256: οὐ γὰρ ἐγώ σ‘ ἔκπαγλον ἀεκιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
Iliad 22.257: δώῃ καμμονίην. σὴν δὲ ψυχὴν ἀφέλωμαι:
Commented on by msA 22.64
Iliad 22.258: ἂλλ’ ἐπεὶ, άρ κέ, σε, συλήσω κλυτὰ τεύχε’ Ἀχιλλεῦ .
Other texts (15 passages)
Scholia group: msAint
msAint 22.20: τινὲς πληθυντικῶς κερδοσύνῃς⁑
Comments on 22.247
msAint 22.21: ὅτι σαφῶς φεύξομαι⁑
Comments on 22.250
msAint 22.22: γρ καὶ δίες καὶ οὕτως εῖχον αἱ χαριέστεραι ⁑
Comments on 22.251
msAint 22.23: ὅτι ἐπιμαρτυρώμεθα
Comments on 22.254
Scholia group: msAil
msAil 22.28: φειδω
Comments on 22.244@φειδωλὴ
msAil 22.29: πονηρίᾳ απάτη
Comments on 22.247@κερδοσσύνῃ
msAil 22.30: εδιώχθην
Comments on 22.251@δίον
msAil 22.31: ληφθείην
Comments on 22.253@ἁλοίην
msAil 22.32: συνθηκῶν
Comments on 22.255@ἁρμονιάων
Scholia group: msAim
msAim 22.24: προς τὸ αυτο⁑
Comments on 22.239
Scholia group: msA
msA 22.59: ἔστω φειδωλή. βραχὺ διασταλτ φειδωλὴ καὶ εἴδομεν , τ ἀλλα δὲ συναπτέον ἕως γλαφυρὰς ,ἤτοι δὲ στικτέον ἐπι τὸ γλαφυράς . ἡ βραχὺ διασταλτέον: περισπαστέον δὲ τὸν η̄ συνδ : ἀδύνατον γὰρ τῷ η̄ συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι⁑
Comments on 22.244-22.446
msA 22.60: ὡς φαμένη: καὶ κερδοσύνη: βραχ διασταλτέον ἐπι τὸ φαμένη μᾶλλον γὰρ ἐμφαίνει: τὸ δὲ ἑξῆς ἐστι καὶ ἡγήσατο , οἷον οὐ μόνον δια λογων αὐτὸν ἡπάτησεν ἀλλα καὶ δια τοῦ προσελθεῖν ἀξιοπίστως⁑
Comments on 22.247
msA 22.61: τρὶς περι αστυ. ὅτι τὸ δῖον ἐδιώχθην: οὐ μάχεται δὲ τῷ ἄλλ οτε δὴ τὸ τέταρτον : τρεῖς μὲν γὰρ τελείους κύκλους περιέδραμεν τὸ δε τέταρτον ἕως τῶν κρουνῶν ἐλθόντες οὐκέτι περιῆλθον τὴν πόλιν⁑
Comments on 22.251
msA 22.62: μάρτυροιἔσονται: ὅτιμάρτυροιοὐ μάρτυρες. καὶ γὰρ τὸ ἑνικὸν Ζεὺς δ’ ἅμμ’ ἐπιμάρτυρος ἔστω ⁑
Comments on 22.255
msA 22.63: ἁρμονίων: συναρμογῶν ἀφ οὗ δηλοὶ τὸ ὁμολογιῶν καὶ συνθηκῶν⁑
Comments on 22.255
previous | next |
---|---|
msA 286v | msA 287v |