Venetus A (Marciana 454 = 822), folio 287, verso

previousnext
msA 287rmsA 288r

Iliad text (25 lines)


Iliad 22.259: νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν: ὡς δὲ σὺ ῥέζειν:

Commented on by msAim 22.25


Iliad 22.260: τὸν δ’ άρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :


Iliad 22.261: Ἕκτορ . μή μοι ἄλαστε, συνἡμοσύνας ἀγόρευε:

Commented on by msA 22.65


Iliad 22.262: ὡς οὐκ έστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ.


Iliad 22.263: οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν.


Iliad 22.264: ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν.


Iliad 22.265: ὡς οὐκ έστ’ ἐμὲ καὶ σὲ φιλήμεναι: οὔτε τι νῶϊν


Iliad 22.266: ὅρκια ἔσσονται. πρίν γ’ ἢ ἕτερόν γε πεσόντα:

Commented on by msA 22.67, msAim 22.26


Iliad 22.267: αἵματος ᾶσαι Ἄρηα ταλαύρινον, πολεμιστήν:


Iliad 22.268: παντοίης ἀρετῆς μιμνήσκεο: νῦν σε μάλα χρὴ


Iliad 22.269: αἰχμητήν τ’ έμεναι. καὶ θαρσαλέον πολεμιστήν:


Iliad 22.270: οὔ τοι ἔτ’ ἔσθ’ ὑπάλυξις: ἄφαρ δέ σε Παλλὰς Ἀθήνη


Iliad 22.271: ἔγχει ἐμῷ δαμάᾳ: νῦν δ’ ἀθρόα πάντ’ ἀποτίσεις


Iliad 22.272: κήδε’ ἐμῶν ἑτάρων, οὓς ἔκτανες ἔγχεϊ θύιων:


Iliad 22.273: ῆ ῥα. καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος:


Iliad 22.274: καὶ τὸ μὲν ἄντα ϊδὼν. ἠλεύατο φαίδιμος Ἕκτωρ .


Iliad 22.275: ἕζετο γὰρ προϊδὼν. τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος:

Commented on by msAim 22.27


Iliad 22.276: ἐν γαίῃ δ’ ἐπάγη. ἀνὰ δ’ ἥρπασε Παλλὰς Ἀθήνη


Iliad 22.277: ὰψ δ’ Ἀχιλῆϊ δίδου: λάθε δ’ Ἕκτορα ποιμένα λαῶν:


Iliad 22.278: Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλείωνα :


Iliad 22.279: ἤμβροτες. οὐδ’ ἄρα πώ τι θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ .


Iliad 22.280: ἐκ Διὸς . ῃ εἴδης τὸν ἐμὸν μόρον, ἤ τοι ἔφης γε.


Iliad 22.281: ἀλλά τις ἀρτιεπὴς. καὶ ἐπίκλοπος ἔπλεο μύθων ,

Commented on by msA 22.68, msA 22.69


Iliad 22.282: ὄφρά σ’ ὑποδδείσας. μένεος ἀλκῆς τε λάθωμαι:


Iliad 22.283: οὐ μέν μοι φεύγοντι. μεταφρένῳ ἐν δόρυ πήξεις:


Other texts (9 passages)


Scholia group: msAil

msAil 22.33: αλιτήριε

Comments on 22.261@ἄλαστε


Scholia group: msAim

msAim 22.25: ὅτι αντ ῥέξε

Comments on 22.259


msAim 22.26: ὅτι τὰ όρκια έσονται οὐκ έσσεται⁑

Comments on 22.266


msAim 22.27: ἐν αλλῶ μείλινον ἔγχος ⁑

Comments on 22.275


Scholia group: msA

msA 22.64: δῴῃκαμμονίην: ὅτι καμμονίη νίκη οὐ καθολικῶς ἀλλὰ ἡ εκ καταμονῆς διὸ ἐπι τῶν μονομαχούντων καὶ πυκτευόντων τίθησιν ἐπὶ δὲ δρομέων οὐκέτι⁑

Comments on 22.257


msA 22.65: συν ἡμοσύναςἀγόρευε: δασυντέον σημαίνει δὲ τὰς συνθήκας ἀπὸ τοῦ εἰς ταὐτὸν ἐφεῖναι τὰ τῆς διανοίας παρα τὸν ἥσω οὖν ἥμων τί ἐστι καὶ ἥμονος ἡ γενική παρ ὴν τὸ ἡμοσύνη . οὕτως δὲ εῖχεν καὶ τὸ μεθημοσύνη ⁑

Comments on 22.261


msA 22.66: ὡς οὐκ έστι λέουσιν. αἱ ὑποστιγμαὶ πιστὰ ἔχουσιν , ἀλλήλοισιν . ἡ γὰρ ἀνταπόδοσις ὡς οὐκ έστ’ ἐμὲ καὶ σέ ⁑

Comments on 22.262-22.264


msA 22.67: ὄρκια ἔσσονται: εἰς τοῦτο ἡ διάνοια καταστρέφει ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἠ όρκους ἡμᾶς ποιήσασθαι:ὡς τὸ πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνι οἴκῳ ⁑

Comments on 22.266


msA 22.68: ἀλλά τιςἀρτιεπὴςκαὶ ἐπίκλοπος: ὅτι οὐκ ἐν ἐπαίνῳ ὁ ἀρτιεπὴς κατα τοὐναντίον τῷ ἀμετροεπῇ ἀλλὰ ὁ λάλος καὶ ὁ ἀπηρτ η σμένον παραλογιζόμενος τὸ δόρυ⁑

Comments on 22.281


previousnext
msA 287rmsA 288r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1