Venetus A (Marciana 454 = 822), folio 288, recto

previousnext
msA 287vmsA 288v

Iliad text (25 lines)


Iliad 22.284: ἂλλ’ ἰ̈θὺς μεμαῶτι. διὰ στήθεσφιν ἔλασσον.


Iliad 22.285: εἴ τοι ἔδωκε θεὸς, νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι

Commented on by msA 22.70


Iliad 22.286: χάλκεον. ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.

Commented on by msA 22.71, msAim 22.28


Iliad 22.287: καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο

Commented on by msAint 22.24


Iliad 22.288: σεῖο καταφθιμένοιο: σὺ γάρ σφισι πῆμα μέγιστον:


Iliad 22.289: ῆ ῥα. καὶ ἀμπεπαλὼν. προΐει δολιχόσκιον ἔγχος:


Iliad 22.290: καὶ βάλε Πηλείδαο μέσον σάκος, οὐδ’ ἀφάμαρτε:


Iliad 22.291: τῆλε δ‘ ἀπεπλάγχθη σάκεος δόρυ: χώσατο δ‘ Ἕκτωρ .

Commented on by msAim 22.29


Iliad 22.292: ὅττι ῥά οἱ βέλος ὠκὺ. ἐτώσιον ἔκφυγε χειρός:


Iliad 22.293: στῆ δὲ κατηφήσας. οὐδ’ ἄλλ’ ἔχε μείλινον ἔγχος:


Iliad 22.294: Δηΐφοβον δ’ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας:

Commented on by msAim 22.30


Iliad 22.295: ᾔτεέ μιν δόρυ μακρὸν. ὁ δ’ οὔ τί οἱ ἐγγύθεν ἦεν:


Iliad 22.296: Ἕκτωρ δ’ ἔγνω ᾗσιν ἐνι φρεσὶ. φώνησέν τε:


Iliad 22.297: ὦ πόποι: ῆ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν


Iliad 22.298: Δηΐφοβον γὰρ ἔγωγ’ ἐφάμην ἥρωα παρεῖναι:


Iliad 22.299: ἂλλ’ ὁ μὲν ἐν τείχει, ἐμὲ δ’ ἐξαπάτησεν Ἀθήνη :


Iliad 22.300: νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδέ τ’ ἄνευθεν,:


Iliad 22.301: οὐδ‘ ἀλέη: ῆ γάρ ῥα πάλαι τό γε φίλτερον ῆεν


Iliad 22.302: Ζηνί τε καὶ Διὸς υἱεῖ ἑκηβόλῳ. οἵ με πάρος γε


Iliad 22.303: πρόφρονες εἰρύατο: νῦν αὖτέ με μοῖρα κιχάνει:


Iliad 22.304: μη μὰν, ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην.

Commented on by msA 22.72a


Iliad 22.305: ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι:


Iliad 22.306: ὡς ἄρα φωνήσας, εἰρύσσατο φάσγανον ὀξὺ.


Iliad 22.307: τό οἱ ὑπο λαπάρην τέτατο μέγα τε στιβαρόν τε:


Iliad 22.308: οίμησεν δὲ ἀλεὶς. ὥς τ’ αἰετὸς ὑψιπετήεις:

Commented on by msA 22.72b


Other texts (10 passages)


Scholia group: msAint

msAint 22.24: ἐν αλλῶ καί σφιν

Comments on 22.287


Scholia group: msAil

msAil 22.34: ουκ εστι φησιν ἐκφυγεῖν⁑

Comments on 22.301@οὐδ’ ἀλέη


Scholia group: msAim

msAim 22.28: ὅτι ἀντι τοῦ όλον⁑

Comments on 22.286


msAim 22.29: ὅτι ἀντι τοῦ συνεχυθ ⁑

Comments on 22.291


msAim 22.30: ὅτι άπαξ εἴρηκε λευκάσπιδα ⁑

Comments on 22.294


Scholia group: msA

msA 22.69: ἐπίκλοπος. ἠσκηκὼς λόγοις ἀπατᾶν: οἱ δὲἐπιθυμητής.κλέπτεσθαι γὰρ τὸ ὀρέγεσθαι: καὶ ἐπίκλοπος ἔπλετο τόξων .ἠ ασκῶν διὰ λόγων παραλογίζεσθαι ὡς τὸ κλέπτε νόῳ ⁑

Comments on 22.281


msA 22.70: νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι προστακτικῶς ἀναγινώσκειν δεῖ διὸ τρίτη ἀπο τέλους ἡ ὀξεῖα: εἰρωνεία δὲ τοῦτο φησὶν⁑

Comments on 22.285


msA 22.71: χάλκεον ὡς δή μιν σῷ: στικτέον μετα τὸ χάλκεον τὸ γὰρ ὡς ἀντι τοῦ εἴθε διόπερ ἀπ ἅλλης ἀρχῆς ἀναγνωστέον.⁑

Comments on 22.286


msA 22.72: νῦν δὲ δὴ ἐγγύθι μοι: βραχὺ διασταλτ κακός . στικτέον δὲ ἄνευθε : τὸ γὰρ οὐδ ἀλέη καθ εαυτὸ προενεκτέον λείποντος τοῦ ἐστι⁑

Comments on 22.300-22.301


msA 22.73: ὡς αἰχμῆς ἀπέλαμπ’ ὅτι ἐπι τῶν αἰχμὰς ἐχόντων εὐήκεος λέγει καὶ τανυήκεος . τὴν γὰρ ἀκμὴν ἀκὴν λέγει. καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος τῆς εὖ ἠκονημένης, ἐκεῖ δὲ παρῆκται, τὸ τανυήκεας ὄζους ⁑

Comments on 22.319


previousnext
msA 287vmsA 288v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1